First Quote Added
April 10, 2026
Latest Quote Added
"Ταῦτα θεῶν ἐν γούνασι κεῖται."
"Παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται, οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους."
"Ψεῦδος δ' οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν."
"Νεμεσσῶμαί γε μὲν οὐδὲν κλαίειν, ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. τοῦτό νυ καὶ γέρας οἶον ὀϊζυροῖσι βροτοῖσι, κείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν."
"Οὐδέ μοι αὐτῇ θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλ' ἐλεήμων."
"Ἀλλὰ καὶ ὧς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι."
"Ζεὺς δ' αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, ἐσθλοῖσ' ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ."
"Οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἥ τ' ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα."
"Τῶν δ' ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι, ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες."
"Οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα, ὠκύτατόν περ ἐόντα θεῶν, οἳ Ὄλυμπον ἔχουσιν."
"Οὖτις ἐμοί γ' ὄνομα."
"Τοὺς δ' αὖτ' ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος· «ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.»"
"Μή μ' ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν νοσφισθείς."
"Τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει, τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ ἔπτατ'."
"βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ, ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν."
"Καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ' ἄλγε' ἔχοντα, λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν. τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλ' ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν, τότ' ἀποστρέψασκε Κραταιΐς· αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής."
"Πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν."
"βούλομ' ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ."
"Ξεῖν', οὔ μοι θέμις ἔστ', οὐδ' εἰ κακίων σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε φίλη τε γίνεται ἡμετέρη."
"Οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν, ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ' ἀνθρώπων."
"εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει, ἠλεός, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι καί θ' ἁπαλὸν γελάσαι καί τ' ὀρχήσασθαι ἀνῆκε, καί τι ἔπος προέηκεν, ὅ πέρ τ' ἄῤῥητον ἄμεινον."
"Μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται. οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός· κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίῃ, παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο οὐκέτι μέμνηται τεθνηότος οὐδὲ μεταλλᾷ."
"Αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκουέμεν· οὐδέ τί σε χρή, πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος."
"Νῶϊ δ' ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ, ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ' ἐπαληθῇ."
"Ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι."
"Κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο."
"Μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων."
"Ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ' ἐνὶ βουλῇ."
"Ἀλλ' εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει."
"Πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα θήσουσ' ἐν Λυκίης εὐρείης πίονι δήμῳ."
"Οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν."
"Ῥεῖα δ' ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή."
"Αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή."
"Ἀλλ' αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν."
"Ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος, ἐν δ' ὀαριστὺς πάρφασις, ἥ τ' ἔκλεψε νόον πύκα περ φρονεόντων."
"Οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ' ἀνὰ νύκτα. βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ."
"Ἔνθ' Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο."
"Τοὶ δ' ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο πεῖραρ ἐπαλλάξαντες ἐπ' ἀμφοτέροισι τάνυσσαν ἄῤῥηκτόν τ' ἄλυτόν τε, τὸ πολλῶν γούνατ' ἔλυσεν."
"Φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ."
"Ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ἄλλῳ δ' ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, ἄλλῳ δ' ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ' ἄνθρωποι."
"Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ' ἀνθρώπων."
"Ὃ δ' ἐν στροφάλιγγι κονίης κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων."
"Ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν."
"Καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο χωλαί τε ῥυσαί τε παραβλῶπές τ' ὀφθαλμώ, αἵ ῥά τε καὶ μετόπισθ' ἄτης ἀλέγουσι κιοῦσαι."
"Μύθων τε ῥητῆρ' ἔμεναι πρηκτῆρά τε ἔργων."
"Ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς ...ὄλεθρος...Ἀχαιοῖς ἠὲ βιῶναι."
"Ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ οὔθ' ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων."
"Κάτθαν' ὁμῶς ὅ τ' ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς."
"εἰ μέν κ᾽ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται."
"Ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων ἰούς τ' ἐκτάμνειν ἐπί τ' ἤπια φάρμακα πάσσειν."
Heute, am 12. Tag schlagen wir unser Lager in einem sehr merkwürdig geformten Höhleneingang auf. Wir sind von den Strapazen der letzten Tage sehr erschöpft, das Abenteuer an dem großen Wasserfall steckt uns noch allen in den Knochen. Wir bereiten uns daher nur ein kurzes Abendmahl und ziehen uns in unsere Kalebassen-Zelte zurück. Dr. Zwitlako kann es allerdings nicht lassen, noch einige Vermessungen vorzunehmen. 2. Aug.
- Das Tagebuch
Es gab sie, mein Lieber, es gab sie! Dieses Tagebuch beweist es. Es berichtet von rätselhaften Entdeckungen, die unsere Ahnen vor langer, langer Zeit während einer Expedition gemacht haben. Leider fehlt der größte Teil des Buches, uns sind nur 5 Seiten geblieben.
Also gibt es sie doch, die sagenumwobenen Riesen?
Weil ich so nen Rosenkohl nicht dulde!
- Zwei außer Rand und Band
Und ich bin sauer!