First Quote Added
April 10, 2026
Latest Quote Added
"Ψεῦδος δ' οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν."
"Νεμεσσῶμαί γε μὲν οὐδὲν κλαίειν, ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. τοῦτό νυ καὶ γέρας οἶον ὀϊζυροῖσι βροτοῖσι, κείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν."
"θεοὶ δέ τε πάντα ἴσασιν."
"Οὐδέ μοι αὐτῇ θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλ' ἐλεήμων."
"Ἀλλὰ καὶ ὧς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι."
"Τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν· ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα."
"Σοὶ δὲ θεοὶ τόσα δοῖεν, ὅσα φρεσὶ σῇσι μενοινᾷς, ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, ἢ ὅθ' ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή· πόλλ' ἄλγεα δυσμενέεσσι, χάρματα δ' εὐμενέτῃσι· μάλιστα δέ τ' ἔκλυον αὐτοί."
"Ζεὺς δ' αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, ἐσθλοῖσ' ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ."
"Οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἥ τ' ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα."
"Οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν ἀνδράσιν, οὔτε φυὴν οὔτ’ ἂρ φρένας οὔτ’ ἀγορητύν."
"Τῶν δ' ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι, ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες."
"Οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα, ὠκύτατόν περ ἐόντα θεῶν, οἳ Ὄλυμπον ἔχουσιν."
"Δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι."
"Ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων γίνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ."
"Τί πρῶτόν τοι ἔπειτα, τί δ' ὑστάτιον καταλέξω."
"Ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων γίνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων."
"Οὖτις ἐμοί γ' ὄνομα."
"Τοὺς δ' αὖτ' ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος· «ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.»"
"Νεκύων ἀμενηνὰ κάρηνα."
"Μή μ' ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν νοσφισθείς."
"Τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει, τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ ἔπτατ'."
"Ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου."
"Ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν."
"βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ, ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν."
"Καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ' ἄλγε' ἔχοντα, λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν. τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλ' ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν, τότ' ἀποστρέψασκε Κραταιΐς· αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής."
"Ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν."
"Πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν."
"βούλομ' ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ."
"Ἐχθρὸν δέ μοί ἐστιν αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν."
"Καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε, νήγρετος ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς."
"Γήθησέν τ' ἄρ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεὺς χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν."
"Ξεῖν', οὔ μοι θέμις ἔστ', οὐδ' εἰ κακίων σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε φίλη τε γίνεται ἡμετέρη."
"Οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν, ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ' ἀνθρώπων."
"Ἄλλος γάρ τ' ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις."
"εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει, ἠλεός, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι καί θ' ἁπαλὸν γελάσαι καί τ' ὀρχήσασθαι ἀνῆκε, καί τι ἔπος προέηκεν, ὅ πέρ τ' ἄῤῥητον ἄμεινον."
"Μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται. οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός· κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίῃ, παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο οὐκέτι μέμνηται τεθνηότος οὐδὲ μεταλλᾷ."
"Τοῦ γάρ τε ξεῖνος μιμνῄσκεται ἤματα πάντα ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ."
"ἶσόν τοι κακόν ἐσθ', ὅς τ' οὐκ ἐθέλοντα νέεσθαι ξεῖνον ἐποτρύνῃ καὶ ὃς ἐσσύμενον κατερύκῃ. χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν."
"Αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκουέμεν· οὐδέ τί σε χρή, πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος."
"Νῶϊ δ' ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ, ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ' ἐπαληθῇ."
"Υἱὸν κύσε, κὰδ δὲ παρειῶν δάκρυον ἧκε χαμᾶζε· πάρος δ' ἔχε νωλεμὲς αἰεί."
"Ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι."
"Κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο."
"Ἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον."
"Νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει, ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον."
"Αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες."
"Δμῶες δ', εὖτ' ἂν μηκέτ' ἐπικρατέωσιν ἄνακτες, οὐκέτ' ἔπειτ' ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι· ἥμισυ γάρ τ' ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτ' ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν."
"Αἰδὼς δ' οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι."
"Ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ' ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι."
"Εἰ δή πού τις ἐπουράνιος θεός ἐστι."