First Quote Added
April 10, 2026
Latest Quote Added
"Κύσσε δ᾽ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρὸν ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρὶ κάλλιπε παρθενίης."
"Αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν νισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος."
"Αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος."
"... de culmine summo pastorale canit signum cornuque recurvo Tartaream intendit vocem, qua protinus omne contremuit nemus et silvae insonuere profundae..."
"Γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι."
"And now, from somewhere in the bowels of the earth, from the smoky stronghold where they slept, the pair of bulls appeared, breathing flames of fire. The Argonauts were terrified at the sight. But Jason planting his feet apart stood to receive them... He held his shield in front of him, and the two bulls, bellowing loudly, charged and butted it with their strong horns..."
"Δείματι δ᾽ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν νηπιάχοις, οἵ τέ σφιν ὑπ᾽ ἀγκαλίδεσσιν ἴαυον, ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι."
"Ὡς δ᾽ ὅτ᾽ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν φῦσαι χαλκήων ὁτὲ μέν τ᾽ ἀναμαρμαίρουσιν, πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτ᾽ αὖ λήγουσιν ἀυτμῆς, δεινὸς δ᾽ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότ᾽ ἀίξῃ νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες ἐκ στομάτων ὁμάδευν, τὸν δ᾽ ἄμφεπε δήιον αἶθος βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακ᾽ ἔρυτο."
"Ὧς φάτο κυδαίνων· ἡ δ᾽ ἐγκλιδὸν ὄσσε βαλοῦσα νεκτάρεον μείδησ᾽· ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς αἴνῳ ἀειρομένης."
"Ἰαίνετο δὲ φρένας εἴσω τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν."
"Ἦ γὰρ ἔοικας ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι."
"Ἄμφω δ᾽ ἄλλοτε μέν τε κατ᾽ οὔδεος ὄμματ᾽ ἔρειδον αἰδόμενοι, ὁτὲ δ᾽ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς, ἱμερόεν φαιδρῇσιν ὑπ᾽ ὀφρύσι μειδιόωντες."
"Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν."
"Et trepidae matres pressere ad pectora natos."
"Ποῖον δ᾽ ἐπὶ μῦθον ἐνίψω; τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετ᾽ ἀρωγῆς."
"Δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης λωφήσειν ἀχέων· τότε δ᾽ ἂν κακὸν ἄμμι πέλοιτο, κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς, ἐρρέτω ἀγλαΐη· ὁ δ᾽ ἐμῇ ἰότητι σαωθεὶς ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο. αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ᾽ ἐξανύσειεν ἄεθλον, τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ, ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ. ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω κερτομίας· τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει πότμον ἐμόν· καί κέν με διὰ στόματος φορέουσαι Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται· ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας, μαργοσύνῃ εἴξασα. τί δ᾽ οὐκ ἐμὸν ἔσσεται αἶσχος; ᾤ μοι ἐμῆς ἄτης. ἦ τ᾽ ἂν πολὺ κέρδιον εἴη αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν πότμῳ ἀνωίστῳ, κάκ᾽ ἐλέγχεα πάντα φυγοῦσαν, πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι."
"Δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι; Πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴ πήματος· ἀλλ᾽ αὔτως φλέγει ἔμπεδον."
"Ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήρι᾽, ἔκειτο. ἐνθεμένη δ᾽ ἐπὶ γούνατ᾽ ὀδύρετο. δεῦε δὲ κόλπους ἄλληκτον δακρύοισι, τὰ δ᾽ ἔρρεεν ἀσταγὲς αὔτως, αἴν᾽ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ᾽ ἥγε φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο, ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω δεῖμ᾽ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ᾽ Ἀίδαο. ἔσχετο δ᾽ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι βιότοιο μεληδόνες ἰνδάλλοντο. μνήσατο μὲν τερπνῶν, ὅσ᾽ ἐνὶ ζωοῖσι πέλονται, μνήσαθ᾽ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη· καί τέ οἱ ἠέλιος γλυκίων γένετ᾽ εἰσοράασθαι, ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ᾽ ἕκαστα. καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων, Ἥρης ἐννεσίῃσι μετάτροπος."
"Qual d'acqua chiara il tremolante lume, dal sol percossa o da' notturni rai, per gli ampli tetti va con lungo salto a destra et a sinistra, e basso et alto."
"Qual o reflexo lume do polido Espelho de aço ou de cristal fermoso, Que, do raio solar sendo ferido, Vai ferir noutra parte, luminoso, E, sendo da ouciosa mão movido Pela casa, do moço curioso, Anda pelas paredes e telhado Trémulo, aqui e ali, e dessossegado."
"Πυκνὰ δ᾽ ἀνὰ κληῖδας ἑῶυ λύεσκε θυράων, αἴγλην σκεπτομένη· τῇ δ᾽ ἀσπάσιον βάλε φέγγος Ἠριγενής, κίνυντο δ᾽ ἀνὰ πτολίεθρον ἕκαστοι."
"Δάκρυ δ᾽ ἀπ᾽ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δ᾽ αἰεὶ τεῖρ᾽ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τ᾽ ἀραιὰς ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις, ἔνθ᾽ ἀλεγεινότατον δύνει ἄχος, ὁππότ᾽ ἀνίας ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες."
"Νὺξ μὲν ἔπειτ᾽ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δ᾽ ἐνὶ πόντῳ ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ᾽ ἐκάλυπτεν· οὐδὲ κυνῶν ὑλακὴ ἔτ᾽ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. ἀλλὰ μάλ᾽ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ᾽ ἔγειρεν δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος. Πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν."
"Nox erat et placidum carpebant fessa soporem corpora per terras, silvaeque et saeva quierant aequora, cum medio volvuntur sidera lapsu, cum tacet omnis ager, pecudes pictaeque volucres, quaeque lacus late liquidos quaeque aspera dumis rura tenent, somno positae sub nocte silenti. [lenibant curas et corda oblita laborum.] at non infelix animi Phoenissa, neque umquam solvitur in somnos oculisve aut pectore noctem accipit: ingeminant curae rursusque resurgens saevit amor magnoque irarum fluctuat aestu. sic adeo insistit secumque ita corde volutat."
"Τῆς δ᾽ ἐρύθηνε παρήια· δὴν δέ μιν αἰδὼς παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν. μῦθος δ᾽ ἄλλοτε μέν οἱ ἐπ᾽ ἀκροτάτης ἀνέτελλεν γλώσσης, ἄλλοτ᾽ ἔνερθε κατὰ στῆθος πεπότητο. πολλάκι δ᾽ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν· φθογγῇ δ᾽ οὐ προύβαινε παροιτέρω· ὀψὲ δ᾽ ἔειπεν τοῖα δόλῳ· θρασέες γὰρ ἐπεκλονέεσκον Ἔρωτες."
"Ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δ᾽ ἔνθα καὶ ἔνθα ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα."
"Κούρη τις μεγάροισιν ἐνιτρέφετ᾽ Αἰήταο, τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι φάρμαχ᾽, ὅσ᾽ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ, τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετ᾽ ἀυτμή, καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας, ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους."
"Sicut aquae tremulum labris ubi lumen aenis sole repercussum aut radiantis imagine lunae omnia pervolitat late loca, iamque sub auras erigitur summique ferit laquearia tecti."
"Οὐδ᾽ ἄρα Μηδείης θυμὸς τράπετ᾽ ἄλλα νοῆσαι, μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ, ἥντιν᾽ ἀθύροι μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι. ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτ᾽ ὄσσε ἀμφιπόλων μεθ᾽ ὅμιλον ἔχ᾽ ἀτρέμας· ἐς δὲ κελεύθους τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς. ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι. αὐτὰρ ὅγ᾽ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη ὑψόσ᾽ ἀναθρώσκων ἅ τε Σείριος Ὠκεανοῖο, ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ᾽ ἐσιδέσθαι ἀντέλλει, μήλοισι δ᾽ ἐν ἄσπετον ἧκεν ὀιζύν· ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς. δ᾽ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ᾽ αὔτως ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος. γούνατα δ᾽ οὔτ᾽ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι ἔσθενεν, ἀλλ᾽ ὑπένερθε πάγη πόδας. αἱ δ᾽ ἄρα τείως ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν. τὼ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν, ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν, τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται, νηνεμίῃ· μετὰ δ᾽ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο κινύμεναι ὁμάδησαν ἀπείριτον· ὧς ἄρα τώγε μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος."
"Hinc mihi Massylae gentis monstrata sacerdos, Hesperidum templi custos, epulasque draconi quae dabat et sacros servabat in arbore ramos, spargens umida mella soporiferumque papaver. Haec se carminibus promittit solvere mentes quas velit, ast aliis duras immittere curas, sistere aquam fluviis et vertere sidera retro, nocturnosque movet Manis: mugire videbis sub pedibus terram et descendere montibus ornos."
"Ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν, ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο, ἄγχι μάλ᾽ ἐγρομένη· τὸ δ᾽ ἀθέσφατον ἐξ ὀλίγοιο δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντ᾽ ἀμαθύνει· τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς ἐς χλόον, ἄλλοτ᾽ ἔρευθος, ἀκηδείῃσι νόοιο."
"cum femina primum, cui tolerare colo vitam tenuique Minerva impositum, cinerem et sopitos suscitat ignis..."
"Cultivated vines covered with greenery rose high in the air and underneath them four perennial springs gushed up. These were Hephaestus' work. One flowed with milk, and one with wine, the third with fragrant oil, while the fourth was a fountain of water which grew warm when the Pleiades set, but changed at their rising and bubbled up from the hollow rock as cold as ice."
"Οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες, νεῖσθ᾽ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης, πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; αὐτίχ᾽ ὁμαρτήσαντες ἀφ᾽ Ἑλλάδος, οὐκ ἐπὶ κῶας, σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης, ἦ τ᾽ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν, ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι, οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν."
"While Jason and his friends were on their way, Hera had a kindly thought for them. She covered the whole town with mist so that they might reach Aeetes' house unseen by any of the numerous Colchians."
"Ἀμφὶ δ' Ἀθήνη πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ' Ὀδυσῆϊ."
"Δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν, ἀλλ᾽ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας ἀνδράσι τευχηστῇσι δέμας· τοὺς δ᾽ αὖθι δαΐζων κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην παύομαι ἀμήτοιο. σύ δ᾽, εἰ τάδε τοῖα τελέσσεις, αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος."
"... at Venus obscuro gradientes aere saepsit, et multo nebulae circum dea fudit amictu, cernere ne quis eos."
"Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας, ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες."
"[Aphrodite] set out, and after searching up and down Olympus for her boy, found him far away in the fruit-laden orchard of Zeus. With him was Ganymede, whose beauty had so captivated Zeus that he took him up to heaven to live with the immortals. The two lads, who had much in common, were playing with golden knuckle-bones. Eros, the greedy boy, was standing there with a whole handful of them clutched to his breast and a happy flush mantling his cheeks. Near by sat Ganymede, hunched up, silent and disconsolate, with only two left. He threw these for what they were worth in quick succession and was furious when Eros laughed. Of course he lost them both immediately – they joined the rest. So he went off in despair with empty hands and did not notice the goddess's approach. Aphrodite came up to her boy, took his chin in her hand, and said: 'Why this triumphant smile, you rascal?'"
"Καὶ δ᾽ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ᾽ Ἰήσων ἐξότ᾽ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν θήρης ἐξανιών· νιφετῷ δ᾽ ἐπαλύνετο πάντα οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ᾽ αὐτῶν χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. γρηὶ δέ μ᾽ εἰσαμένην ὀλοφύρατο, καί μ᾽ ἀναείρας αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ. τῶ νύ μοι ἄλληκτον περιτίεται."
"Πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν, ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδ᾽ ἀλεγίζει."
"To this day the Colchians would think it sacrilege to burn the bodies of their men. They never bury them or raise a mound above them, but wrap them in untanned oxhide and hang them up on trees at a distance from the town. Thus, since it is their custom to bury women, earth and air play equal parts in the disposal of their dead."
"Ἐν οὔασι δ᾽ αἰὲν ὀρώρει αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν."
"They stood in silence, in their beauty: like two young trees of the plain, when the shower of spring is on their leaves, and the loud winds are laid."
"She had let her hair fall down on her white shoulders and was combing it with a golden comb before plaiting the long tresses."
"Iuppiter, hospitibus nam te dare iura loquuntur."
"Its form was not that of an ordinary bird: the long quill-feathers of each wing rose and fell like a bank of polished oars."
"Ἱκέται δέ τοί εἰμεν. Ζεὺς δ' ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε, ξείνιος, ὃς ξείνοισιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ."
"Εἰ δ᾽ ἄγε νῦν, Ἐρατώ, παρά θ᾽ ἵστασο, καί μοι ἔνισπε, ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων Μηδείης ὑπ᾽ ἔρωτι."