Argonautica

158 quotes
0 likes
0Verified
2 luni în urmăLast Quote

Languages

EN
158 quotes

Top Categories

Timeline

First Quote Added

aprilie 10, 2026

Latest Quote Added

aprilie 10, 2026

All Quotes by This Author

"Ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν, οὐδ᾽ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδ᾽ ἀνὴρ τοῖος ἐὼν δεῦρ᾽ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη. εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι, δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο χρησμοσύνη τρύχεσκεν· ἐπ᾽ ἤματι δ᾽ ἦμαρ ὀρώρει κύντερον, οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι. ἀλλ᾽ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν ἀμπλακίης. ὁ γὰρ οἶος ἐν οὔρεσι δένδρεα τέμνων δή ποθ᾽ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων, ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ, μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν αἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος. τῷ δ᾽ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτ᾽ ἀφίκανεν, ἀμπλακίην ἔγνων· βωμὸν δ᾽ ἐκέλευσα καμόντα Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπ᾽ αὐτῷ ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι. ἔνθ᾽ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ᾽ ἐμεῖο ἐκλάθετ᾽, οὐδ᾽ ἀθέριξε· μόλις δ᾽ ἀέκοντα θύραζε πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι."

- Argonautica

0 likesepic-poetry