"Αἱ δ᾽, ὥστ᾽ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο παρθενικαί, δίχα κόλπον ἐπ᾽ ἰξύας εἱλίξασαι σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ μὲν ἔπειτα ἄλλη ὑπ᾽ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει ὕψι μεταχρονίην· ἡ δ᾽ οὔποτε πίλναται οὔδει· ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν πετράων."