"Ὡς δ᾽ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα, ἄλλοτε μἑν προπάροιθεν ὁρώμενοι, ἄλλοτ᾽ ὄπισθεν, ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται· ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο Ἀργῴῃ περὶ νηί, Θέτις δ᾽ ἴθυνε κέλευθον.."