"Σχέτλι᾽ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν, ἐκ σέθεν οὐλόμεναί τ᾽ ἔριδες στοναχαί τε γόοι τε, ἄλγεά τ᾽ ἄλλ᾽ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν. δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς, οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην."