"Ὡς δ᾽ ὅτ᾽ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν φῦσαι χαλκήων ὁτὲ μέν τ᾽ ἀναμαρμαίρουσιν, πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτ᾽ αὖ λήγουσιν ἀυτμῆς, δεινὸς δ᾽ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότ᾽ ἀίξῃ νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες ἐκ στομάτων ὁμάδευν, τὸν δ᾽ ἄμφεπε δήιον αἶθος βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακ᾽ ἔρυτο."