"Οὐδ᾽ ἄρα Μηδείης θυμὸς τράπετ᾽ ἄλλα νοῆσαι, μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ, ἥντιν᾽ ἀθύροι μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι. ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτ᾽ ὄσσε ἀμφιπόλων μεθ᾽ ὅμιλον ἔχ᾽ ἀτρέμας· ἐς δὲ κελεύθους τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς. ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι. αὐτὰρ ὅγ᾽ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη ὑψόσ᾽ ἀναθρώσκων ἅ τε Σείριος Ὠκεανοῖο, ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ᾽ ἐσιδέσθαι ἀντέλλει, μήλοισι δ᾽ ἐν ἄσπετον ἧκεν ὀιζύν· ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς. δ᾽ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ᾽ αὔτως ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος. γούνατα δ᾽ οὔτ᾽ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι ἔσθενεν, ἀλλ᾽ ὑπένερθε πάγη πόδας. αἱ δ᾽ ἄρα τείως ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν. τὼ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν, ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν, τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται, νηνεμίῃ· μετὰ δ᾽ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο κινύμεναι ὁμάδησαν ἀπείριτον· ὧς ἄρα τώγε μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος."
January 1, 1970