"Ἱρὸν δ᾽ αὖτ᾽ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον, ᾗ ἔνι Μοσσύνοικοι ἀν᾽ οὔρεα ναιετάουσιν μόσσυνας, καὶ δ᾽ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν. ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται. ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ, ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται· ὅσσα δ᾽ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς. οὐδ᾽ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς φορβάδες, οὐδ᾽ ἠβαιὸν ἀτυζόμενοι παρεόντας, μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν. αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει, σχέτλιος. ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται, μιν κεῖν᾽ ἦμαρ ἐνικλείσαντες ἔχουσιν."
January 1, 1970