First Quote Added
4월 10, 2026
Latest Quote Added
"An elder said, "A person who does not receive all people as equal but makes distinctions—such a person cannot be perfect.""
"The elders used to say, "In the same way that fire burns wood, so the work of the monk ought to burn the passions.""
"1. Ἠρωτήθη ὁ ἅγιος πατὴρ ἡμῶν Ἀθανάσιος ὁ ἐπίσκοπος Ἀλεξανδρείας· Πῶς ἴσος ὁ υἱὸς τῷ πατρί; Καὶ ἀπεκρίθη· Ὡς ἐν δυσὶν ὀφθαλμοῖς τὸ ὁρᾶν."
"10. Εἶπεν γέρων· Αὕτη ἡ φωνὴ βοᾷ πρὸς τὸν ἄνθρωπον ἕως ἐσχάτης ἀναπνοῆς ὅτι σήμερον ἐπίστρεψον."
"18. Εἶπεν γέρων ἑτέρῳ γέροντι ἔχοντι ἀγάπην, καὶ συμβαλλομένῳ καὶ μοναχοῖς καὶ κοσμικοῖς· ὅτι ὁ λύχνος πολλοὺς φαίνει [f. 161v] τὸ δὲ ἑαυτοῦ στόμα καίει."
"28. Παρέβαλέ τις τῶν ἐπισκόπων κατ᾿ ἐνιαυτὸν εἰς Σκῆτιν πρὸς τοὺς πατέρας, καὶ ἀπαντήσας αὐτῷ ἀδελφὸς ἤνεγκεν αὐτὸν εἰς τὸ κελλίον ἑαυτοῦ, καὶ παραθεὶς αὐτῷ ἄρτον καὶ ἅλας, ἔλεγεν· Συγχώρησόν μοι, κύρι, ὅτι οὐδὲν ἄλλο ἔχω παραθεῖναί σοι. Λέγει αὐτῷ ὁ ἐπίσκοπος· Θέλω ἵνα καὶ εἰς τὸ ἐρχόμενον ἔτος εἰσελθών, μήτε ἅλας εὕρω."
"29. Ἔλεγέ τις τῶν ἀδελφῶν· ὅτι ἐγένετο ζήτησις ἐν τῇ λαύρᾳ τῆς Αἰγύπτου, καὶ ἐλάλησαν πάντες, οἱ μεγάλοι καὶ οἱ μικροί, εἷς δὲ μόνος οὐκ ἐλάλησεν. Καὶ ἐξελθόντων αὐτῶν, ἠρώτησεν αὐτὸν εἷς [f. 164r] ἀδελφὸς λέγων· Πῶς σὺ οὐκ ἐλάλησας; Ὁ δὲ βιασθεὶς ὑπὸ τοῦ ἀδελφοῦ εἶπεν· Συγχώρησόν μοι, ὅτι εἶπον τῷ λογισμῷ μου· ὅτι ἐὰν μὴ λαλήσῃ τὸ ἐμβρίμιον τὸ ὑποκάτω μου, μὴ λαλήσῃς. Καὶ οὕτως ἔμεινα σιωπῶν καὶ μὴ φθεγγόμενος."
"33. Ἦν τις γέρων καλούμενος Ἱέραξ εἰς τὰ μέρη Θηβαΐδος ἐλάσας περὶ τὰ ἐνενήκοντα ἔτη. Καὶ θέλοντες οἱ δαίμονες εἰς ἀκηδίαν αὐτὸν ἐμβαλεῖν τῷ μήκει τοῦ χρόνου ἐπέστησαν αὐτῷ ἐν ἡμέρᾳ λέγοντες· Τί ποιήσεις, γέρον, ὅτι ἄλλα πεντήκοντα1 ἔχεις ζῆσαι; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτοῖς· Ἐλυπήσατέ με πάνυ. Διακοσίων γὰρ ἐτῶν παρασκευὴν ἔθηκα. Οἱ δὲ ἀπήρχοντο ὀλολύζοντες ἀπ᾿ αὐτοῦ."
"35. Ἀναχωρητῇ τινὶ μεγάλῳ εἰπόντι· Τί οὕτως με πολεμεῖς, Σατανᾶ; ἐπήκουσεν ὁ Σατανᾶς λέγων· Σὺ εἶ ὁ μεγάλως με πολεμῶν."
"36. Ἀναχωρητής τις εἶδεν δαίμονα προτρεπόμενον ἕτερον δαίμονα, ἐλθεῖν καὶ διυπνίσαι καθεύδοντα μοναχόν. Καὶ ἀκούει τοῦ ἄλλου λέγοντος· Οὐ δύναμαι τοῦτο ποιῆσαι, ποτὲ γὰρ αὐτὸν ἐξύπνισα, καὶ ἀναστὰς ἔκαυσέ με ψάλλων καὶ εὐχόμενος."
"45. Γέρων τις ἀπῄει πωλῆσαι τὰ μαλάκια αὐτοῦ. Τούτῳ δαίμων ἀπαντήσας, ἄφαντα αὐτὰ πεποίηκεν. Ὁ δὲ γέρων ἐτράπη εἰς εὐχὴν καὶ ἔλεγεν· Εὐχαριστῶ σοι, ὁ Θεός, ὅτι ἀπήλλαξάς με πειρασμοῦ. Ὁ δὲ δαίμων μὴ [f. 171v] ὑπομείνας τὴν φιλοσοφίαν τοῦ γέροντος ἔκραξε λέγων· Ἰδοὺ τὰ μαλάκιά σου, κακόγηρε. Ὁ δὲ γέρων λαβὼν ἐπώλησεν αὐτά."
"65. Εἶπεν γέρων· Ῥίζα πάντων τῶν κακῶν ἐστὶν ἡ λήθη."
"86. Μοναχός τις εἰργάζετο ἐν ἡμέρᾳ Μάρτυρος, ἰδὼν δὲ αὐτὸν ἄλλος μοναχός, λέγει αὐτῷ· Ἔνι σήμερον ἐργάσασθαι; Ὁ δὲ εἶπεν αὐτῷ· Σήμερον ὁ δοῦλος τοῦ Θεοῦ ἐξέετο μαρτυρῶν καὶ ἐβασανίζετο, κἀγὼ οὐκ ὀφείλω κοπιᾶσαι μικρὸν ἐν τῷ ἔργῳ σήμερον;"
"89. Ἠρωτήθη γέρων ποῖον δεῖ εἶναι τὸν μοναχόν; καὶ εἶπεν· Ἐὰν ὡς κατ᾿ ἐμὲ μόνος πρὸς μόνον."
"90. Ἠρωτήθη γέρων· διατί εἰς τὴν ἔρημον περιπατῶν φοβοῦμαι; καὶ ἀπεκρίθη· Ἀκμὴν ζῇς."
"91. Ἠρωτήθη γέρων· Τί δεῖ ποιοῦντας σωθῆναι; Ἦν δὲ σειρὰν ἐργαζόμενος καὶ μὴ ἀνανεύων ἐκ τοῦ ἔργου, καὶ ἀπεκρίθη· Ἰδοὺ βλέπεις."
"92. Ἠρωτήθη γέρων· διατί συνεχῶς ὀλιγωρῶ; Καὶ ἀπεκρίθη· Ἐπειδὴ οὔπω τὸ μίλιον εἶδες."
"93. Ἠρωτήθη γέρων· Τί ἐστιν τὸ ἔργον τοῦ μοναχοῦ; Καὶ ἀπεκρίθη· Διάκρισις."
"96. Ἔλεγον οἱ γέροντες· Ἔσοπτρόν ἐστι τοῦ μοναχοῦ ἡ εὐχή."
"100. Ἔλεγον οἱ γέροντες ὅτι ἡ ψυχὴ πηγή ἐστιν, ἐὰν ὀρύξῃς καθαρίζεται, ἐὰν δὲ προσχώσῃς ἀφανίζεται."
"105. Εἶπεν γέρων· ὅτι εἴκοσι ἔτη ἔμεινα πρὸς ἕνα λογισμὸν πολεμῶν, ἵνα πάντας ἀνθρώπους ὡς ἔνα βλέπω."
"111. Ἔλεγον οἱ γέροντες· Ἐὰν ἴδῃς νεώτερον τῷ θελήματι αὐτοῦ ἀνερχόμενον εἰς τὸν οὐρανόν, κράτησον αὐτοῦ τὸν πόδα καὶ ῥίψον αὐτὸν κάτω, συμφέρει γὰρ αὐτῷ."
"113. Εἶπεν γέρων· ὅτι τὸ ἔργον ἡμῶν καίειν ἐστὶν ξύλα."
"127. Εἶπεν γέρων· Ἡ ἀμεριμνία καὶ τὸ σιωπᾶν καὶ ἡ κρυπτὴ μελέτη τίκτουσι τὴν ἁγνείαν."
"129. Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Καλὸν ἕξιν ἔχειν πρὸς τὸν πλησίον; Λέγει αὐτῷ ὁ γέρων· Αἱ τοιαῦται ἕξεις δύναμιν οὐκ ἔχουσιν κλᾶσαι κιμόν·2 πρὸς [f. 185r] τὸν ἀδελφόν σου ἕξιν ἔχεις, μᾶλλον εἰ θέλεις ἕξιν ἔχειν, ἔχε πρὸς τὰ πάθη."
"130. Ἀδελφὸς ᾐτεῖτο γέροντος εὐχήν, σπεύδων ἐπὶ τὴν πόλιν. Ὁ δὲ γέρων πρὸς αὐτὸν ἔφη· Μὴ σπεῦδε ἐπὶ τὴν πόλιν, ἀλλὰ σπεῦσον τοῦ φυγεῖν τὴν πόλιν καὶ σώζῃ."
"133. [f. 189v] Εἶπεν γέρων· Ὀφείλει ὁ μοναχὸς ἀγοράζειν τὴν ἡσυχίαν αὐτοῦ πρὸς τὸ καταφρονεῖν, ἐὰν καὶ σωματικὴ ζημία συμβῇ."
"154. Μοναχὸς ὑπαντήσας κανονικαῖς κατὰ τὴν ὁδόν, ὑπεχώρησεν ἐκ τῆς ὁδοῦ. Εἶπεν δὲ ἡ ἡγουμένη πρὸς αὐτόν· Εἰ ᾖς τέλειος μοναχός, ἡμῖν ὡς γυναιξὶν οὐκ ἂν1 προσέσχες."
"231. Εἶπεν γέρων· Ἔστιν ἄνθρωπος ἐσθίων πολλὰ καὶ ἔτι πεινῶν, καὶ ἔστιν ἄλλος ὀλίγα ἐσθίων καὶ χορταζόμενος, καὶ ὁ πολλὰ ἐσθίων καὶ ἔτι πεινῶν, πλείονα2 μισθὸν ἕξει τοῦ ὀλίγα ἐσθίοντος καὶ χορταζομένου."
"233. Ἀδελφὸς ἠρώτησε γέροντα· ὅτι ἡ ἀδελφή μου πτωχή ἐστιν. Ἐὰν δῷ αὐτῇ6 ἀγάπην, οὐκ ἔστιν ὡς εἰς πτωχόν; Λέγει ὁ γέρων· Οὐχί. Εἶπεν δὲ ὁ ἀδελφός· Διατί, ἀββᾶ; Ἔφη ὁ γέρων· Ὅτι τὸ αἷμα ἕλκει σε μικρόν."
"250. Εἶπεν γέρων· Ὥσπερ ἡ τάξις τῶν μοναχῶν προτιμoτέρα τῶν κοσμικῶν ἐστιν, οὕτως καὶ ὁ ξένος μοναχὸς ὀφείλει εἶναι ἔσοπτρον τοῖς ἐντοπίοις μοναχοῖς κατὰ πάντα τρόπον."
"265. Εἶπεν γέρων· χρυσίον ἐάν τις ἀπολέσῃ ἢ ἀργύριον, δύναται ἀντ᾿ αὐτοῦ εὑρεῖν, καιρὸν δὲ ὁ ἀπόλλων, ἄλλον εὑρεῖν οὐ δύναται."
"266. Παρέβαλέ τις τῶν γερόντων ποτὲ πρὸς ἄλλον γέροντα, καὶ λαλούντων αὐτῶν, ἔλεγεν ὁ εἷς· Ἐγὼ ἀπέ [f. 222v] θανον τῷ κόσμῳ. Λέγει ὁ ἄλλος γέρων· Μὴ θαρσήσῃς ἑαυτῷ, ἀδελφέ, ἕως ἂν ἐξέλθῃς ἐκ τοῦ σώματος, εἰ γὰρ σὺ λέγεις ὅτι ἀπέθανον, ἀλλ᾿ ὁ Σατανᾶς οὐκ ἀπέθανεν."
"313. Ἄλλῳ γέροντι ἔλεγον οἱ δαίμονες· Θέλεις ἰδεῖν τὸν Χριστόν; Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀ [f. 232r] νάθεμα ὑμῖν καὶ ᾧ λέγετε. Τῷ γὰρ ἐμῷ Χριστῷ πιστεύω εἰπόντι· Ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. Καὶ εὐθέως ἀφανεῖς ἐγένοντο."
"321. Εἶπεν γέρων· Ἐὰν κτήσῃ σιωπήν, μὴ ἔχε [f. 233r] ἑαυτὸν ὡς ἀρετὴν κατορθῶν, ἀλλὰ λέγε ὅτι ἀνάξιος εἰμὶ καὶ τοῦ λαλεῖν."
"326. Εἶπεν γέρων· Μὴ ἔχε [f. 233v] γνῶσιν μετὰ ἡγουμένου μηδὲ πύκναζε πρὸς αὐτόν. Ἐκ τούτου γὰρ καὶ παῤῥησίαν ἕξεις καὶ τοῦ ἡγεῖσθαι λοιπὸν ἐπιθυμήσεις."
"333. Γέρων τις ἦν ἐπὶ τὸν Ἰορδάνην, καὶ εἰσελθὼν ἐν καύματι εἰς σπήλαιον, εὗρεν ἔσω λέοντα καὶ ἤρξατο βρύχειν τοὺς ὀδόντας αὐτοῦ καὶ ὠρύεσθαι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Τί θλίβῃ; ἔνι τόπος χωρῶν ἐμὲ καὶ σέ. Εἰ δὲ οὐ θέλεις, ἀνάστα ἔξελθε. Ὁ δὲ λέων μὴ βαστάξας ἐξῆλθεν."
"337. Ἦλθόν ποτε ἐν μοναστηρίῳ γέροντός τινος λῃσταί, καὶ εἶπον πρὸς αὐτόν· Πάντα τὰ ἐν τῷ κελλίῳ σου λαβεῖν ἥκαμεν. Ὁ δὲ φησίν· Ὡς ἂν δοκῇ ὑμῖν, τέκνα, λάβετε. Ἔλαβον οὖν ἃ εὗρον ἐν τῷ κελλίῳ καὶ ἀπῆλθον. Ἐπελάθοντο δὲ ἓν μαρσίππιον, ὃ ἦν ἐκεῖ κρεμάμενον. Ὁ οὖν γέρων, λαβὼν αὐτό, κατεδίωξεν ὀπίσω αὐτῶν βοῶν καὶ λέγων· Τέκνα, λάβετε ὃ ἐπελάθεσθε ἐν τῷ κελλίῳ ἡμῶν. Οἱ δέ, θαυμάσαντες ἐπὶ τῇ ἀνεξικακίᾳ τοῦ γέροντος, ἀποκατέστησαν αὐτῷ πάντα ἐν τῷ κελλίῳ, καὶ μετενόησαν εἰπόντες πρὸς ἀλλήλους· Ἀληθῶς ἄνθρωπος Θεοῦ ἐστὶν οὗτος."
"364. Εἶπέν τις τῶν πατέρων ὅτι οἱ ὀφθαλμοὶ τοῦ χοίρου, φυσικῶς ἔχουσι τὴν πλάσιν, ὥστε ἀνάγκῃ νεύειν εἰς τὴν γῆν, μηδέποτε δὲ δύνασθαι ἀνανεῦσαι2 εἰς τὸν οὐρανόν. Οὕτως, φησί, καὶ τοῦ ταῖς ἡδοναῖς ἐγγλυκανθέντος ἡ ψυχή, ἅπαξ κατολισθήσασα πρὸς τὸν τῆς ἡδυπαθείας βόρβορον, ἀνανεῦσαι ἀδυνατεῖ."
"392. Εἶπεν γέρων· Ὅτι ἐκέκτητό τις τῶν ἀδελφῶν εὐαγγέλιον μόνον, καὶ τοῦτο πωλήσας ἔδωκεν [f. 246v] εἰς τροφὴν τοῖς πένησιν, ἄξιον μνήμης ἐπιφθεγξάμενος ῥῆμα· αὐτὸν γάρ φησι, τὸν λόγον πεπώληκα τὸν λέγοντα· Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς."
"399. Εἶπεν [247v] γέρων· Ἡ μέλισσα ὅπου ὑπάγει μέλι ποιεῖ. Οὕτως καὶ ὁ μοναχός, ὅπου ὑπάγει τὸ ἔργον τοῦ Θεοῦ ἐργάζεται."
"400. Εἶπεν γέρων ὅτι ὁ σατανᾶς σχοινοπλόκος ἐστίν· ὅσον παρέχεις αὐτῷ λῶμα καὶ αὐτὸς πλέκει. Τοῦτο δὲ εἶπεν περὶ τῶν λογισμῶν."
"429. Ἀδελφὸς ἠρώτησε γέροντα λέγων ὅτι πολεμοῦμαι ὑπὸ τῆς πορνείας. Λέγει αὐτῷ ὁ γέρων· Εἰ μὲν καλόν ἐστιν, διατί ἀπέστης ἀπ᾿ αὐτοῦ, εἰ δὲ σαπρόν, διατί ἐπιζητεῖς αὐτό;"
"434. Εἶπεν γέρων ὅτι ὁ κύων κρείττων μου ἐστίν, διότι ἀγάπην ἔχει καὶ εἰς κρίσιν οὐκ ἔρχεται."
"436. Εἶπεν γέρων· Γενοῦ ὡς κάμηλος βαστάζων τὰς ἁμαρτίας σου, καὶ δεδεμένος ἀκολουθῶν τῷ ἐπισταμένῳ τὴν ὁδὸν τοῦ Θεοῦ."
"439. Ἀδελφὸς εὗρεν ξύλον ἐν τῇ ὁδῷ ἀποπεπτωκὸς ἀπὸ τῆς καμήλου καὶ ἤνεγκεν αὐτὸ εἰς τὸ κελλίον. Εἶπεν δὲ αὐτῷ ὁ ἀββᾶς αὐτοῦ· Πόθεν ἤνεγκας αὐτό; Ὁ δὲ εἶπεν· Ἐκ τῆς ὁδοῦ. Λέγει αὐτῷ ὁ γέρων· Εἰ μὲν ἦν ἐλαυνόμενον ὑπὸ ἀνέμου, φέρε αὐτὸ ἔσω, εἰ δὲ μή, ὕπαγε θὲς αὐτὸ εἰς τὸν τόπον αὐτοῦ."
"442. Ἄρχων τις ἔχαιρεν τῇ θέᾳ τῶν κυνηγίων καὶ ἡ ἐπιθυμία αὐτοῦ ἄλλο τι οὐκ ἦν, εἰ μὴ βρωθῆναι τοὺς κυνηγούς. Συνέβη δὲ αὐτὸν ναυαγῆσαι [f. 257v] καὶ ἐβόησε πρὸς τὸν Θεὸν λέγων· Κύριε, βοήθησόν μοι ἐν τῇ ἀνάγκῃ ταύτῃ. Καὶ φαίνεται αὐτῷ ὁ Κύριος καθόλου τοῦ σώματος βεβρωμένος καὶ λέγει αὐτῷ· Οὕτως μὲ θέλεις ὁρᾶν καὶ πῶς σοὶ βοηθήσω;"
"472. Εἶπεν γέρων· Ἐὰν ἴδῃς τινὰ ἐμπεσόντα εἰς ὕδωρ καὶ δύνασαι αὐτῷ βοηθῆσαι, χάλασον αὐτῷ τὴν ῥάβδον καὶ ἕλκυσον αὐτόν. Καὶ ἐὰν μὴ δυνηθῇς ἑλκύσαι αὐτόν, κατάλιπε αὐτῷ τὴν ῥάβδον σου. Ἐὰν δὲ αὐτῷ δώσῃς τὴν χεῖρα σου καὶ μὴ δυνηθῇς ἑλκύσαι αὐτόν, ἕλκει σε αὐτὸς κάτω καὶ ἀμφότεροι ἀποθανεῖσθε. Τοῦτο δὲ ἔλεγεν πρὸς τοὺς ἐμβάλλοντας ἑαυτοὺς βοηθῆσαι τινὶ ἐν πειρασμοῖς ὑπὲρ τὸ μέτρον ἑαυτῶν."
"485. Εἶπεν γέρων· Οὐδέποτε προέβην βῆμα ποδός, εἰ μὴ ἔμαθον ποῦ ἔθηκα τὸν πόδα μου, ἀλλ᾿ εἰστήκειν κατανοῶν καὶ ὅλως μὴ ἐνδιδούς, ἄχρις ἂν ὁ Θεὸς ὡδήγησέν με."
"485 bis. Εἷπε γέρων· Ἢ φεύγων φεῦγε τοὺς ἀνθρώπους ἢ ἔμπαιζον τῷ κόσμῳ καὶ τοῖς ἀνθρώποις, μωρὸν σεαυτὸν ποιῶν."