First Quote Added
4월 10, 2026
Latest Quote Added
"Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος, ὅτι Ἔρχεται και ρὸς, ἵνα οἱ ἄνθρωποι μανῶσι, καὶ ἐπὰν ἴδωσί τινα μὴ μαινόμενον, ἐπαναστήσονται αὐτῷ λέγοντες, ὅτι Σὺ μαίνῃ, διὰ τὸ μὴ εἶναι ὅμοιον αὐτοῖς"
"Ποτὲ ὁ ἀββᾶς Ἀντώνιος ἐδέξατο Κωνσταντίου τοῦ βασιλέως γράμματα, ἵνα ἔλθῃ εἰς Κωνσταντι νούπολιν· καὶ ἐσκόπει τί ποιῆσαι. Λέγει οὖν τῷ ἀββᾷ Παύλῳ τῷ μαθητῇ αὐτοῦ· Ὤφειλον ἀπελθεῖν; Καὶ λέγει αὐτῷ· Ἐὰν ἀπέλθῃς, Ἀντώνιος λέγῃ· εἰ δὲ μὴ ἀπέλθῃς, ἀββᾶς Ἀντώνιος"
"Μισήσατε τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ. Μισήσατε πᾶσαν σαρκικὴν ἀνάπαυσιν. Ἀποτάξασθε τῇ ζωῇ ταύτῃ, ἵνα ζήσητε τῷ Θεῷ."
"Ὁ τύπτων τὸ μαζὶν τοῦ σιδήρου, πρῶτον σκοπεῖ τὸν λογισμὸν τί μέλλει ποιεῖν, δρέπανον, μάχαιραν, πέλυκα. Οὕτως καὶ ἡμεῖς ὀφείλομεν λογίζεσθαι ποίαν ἀρετὴν μετερχόμεθα, ἵνα μὴ εἰς κενὸν κοπιάσωμεν."
"Ὁ ἀββᾶς Ἀρσένιος, ἔτι ὢν ἐν τῷ παλατίῳ, εὔξατο τῷ Θεῷ λέγων· Κύριε, ὁδήγησόν με πῶς σωθῶ. Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ."
"Ἐρωτῶντός ποτε τοῦ ἀββᾶ Ἀρσενίου τινὰ γέ ροντα Αἰγύπτιον περὶ ἰδίων λογισμῶν, ἕτερος ἰδὼν αὐτὸν εἶπεν· Ἀββᾶ Ἀρσένιε, πῶς τοσαύτην παίδευ σιν Ρωμαϊκὴν καὶ Ἑλληνικὴν ἐπιστάμενος, τοῦτον τὸν ἀγροῖκον περὶ τῶν σῶν λογισμῶν ἐρωτᾷς; Ὁ δὲ εἶπε πρὸς αὐτόν· Τὴν μὲν Ρωμαϊκὴν καὶ Ἑλληνι κὴν ἐπίσταμαι παίδευσιν· τὸν δὲ ἀλφάβητον τοῦ ἀγροίκου τούτου οὔπω μεμάθηκα"
"Ὅση δύναμίς σοί ἐστιν, ἀγώνισαι, ἵνα ἡ ἔνδον σου ἐργασία κατὰ Θεὸν ᾗ, καὶ νικήσῃ τὰ ἔξω πάθη."
"ἀλλ΄ οὐ δύναμαι εἶναι μετὰ τοῦ Θεοῦ καὶ μετὰ τῶν ἀνθρώπων. Αἱ ἄνω χιλιάδες καὶ μυριάδες ἓν θέλημα ἔχουσιν, οἱ δὲ ἄνθρωποι πολλὰ θελήματα ἔχουσιν. Οὐ δύναμαι οὖν ἀφεῖναι τὸν Θεὸν, καὶ ἐλθεῖν μετὰ τῶν ἀνθρώπων"
"Ἠρωτήθη ὁ ἀββᾶς Ἀγάθων, τί μεῖζον, ὁ σω ματικὸς κόπος, ἢ ἡ φυλακὴ τῶν ἔνδον. Εἶπε δὲ ὁ γέ ρων· Ἔοικε δένδρῳ ὁ ἄνθρωπος ὁ τοίνυν σωματι κὸς κόπος φύλλα ἐστίν· ἡ δὲ τῶν ἔνδον φυλακὴ ὁ καρπός ἐστιν. Ἐπειδὴ δὲ κατὰ τὸ γεγραμμένον, Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτε ται, καὶ εἰς πῦρ βάλλεται, φανερόν ἐστιν ὅτι διὰ τὸν καρπόν ἐστιν ἡμῶν ἡ σπουδὴ πᾶσα, τουτέστι τὴν τοῦ νοὸς φυλακήν. Χρεία δέ ἐστι καὶ τῆς ἐκ τῶν φύλ λων σκέπης καὶ εὐκοσμίας, ἅτινά ἐστιν ὁ σωματικὸς κόπος"
"Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι τρία ἔτη ἐποίησεν, ἔχων λίθον εἰς τὸ στόμα αὐτοῦ, ἕως οὗ κατώρθωσε τὸ σιωπᾷν"
"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἀβραὰμ, λέγων· Ἐὰν συμβῇ με πολλάκις φαγεῖν, τί ἐστι; Καὶ ἀπο κριθεὶς ὁ γέρων εἶπε· Τί λαλεῖς, ἀδελφέ; τοσαῦτα ἐσθίεις; ἢ δοκεῖς ὅτι εἰς ἅλωνα ἦλθες;"
"Ἐὰν μὴ εἴπῃ ἐν τῇ καρδίᾳ αὐτοῦ ἄνθρωπος, ὅτι Ἐγὼ μόνος καὶ ὁ Θεὸς ἐσμὲν ἐν τῷ κόσμῳ, οὐχ ἕξει ἀνάπαυσιν."
"Εἰ μὴ τὸ ὅλον κατέστρεψα, οὐκ ἂν ἠδυνήθην ἐμαυτὸν οἰκοδομῆσαι."
"Πρέπει τῷ μοναχῷ τὰ τρία ταῦτα· ἡ ξενιτεία, ἡ πτωχεία, καὶ ἡ σιωπὴ ἐν ὑπομονῇ."
"Ἔλεγεν ὁ ἀββᾶς Δουλᾶς ὁ μαθητὴς τοῦ ἀββᾶ Βισαρίωνος, ὅτι Ὁδευόντων ἡμῶν ποτε εἰς ὄχθαν τῆς θαλάσσης, ἐδίψησα, καὶ εἶπον τῷ ἀββᾷ Βισαρίωνι· Ἀββᾶ, διψῶ πάνυ. Καὶ ποιήσας εὐχὴν ὁ γέρων, λέ γει μοι· Πίε ἐκ τῆς θαλάσσης. Καὶ ἐγλυκάνθη τὸ ὕδωρ, καὶ ἔπιον. Ἐγὼ δὲ ἤντλησα εἰς τὸ ἀγγεῖον, μήποτε παρ΄ ἐκεῖ διψήσω. Καὶ ἰδὼν ὁ γέρων, 140 λέγει μοι· Διατί ἤντλησας; Λέγω αὐτῷ· Συγχώρησόν μοι, μή ποτε παρ΄ ἐκεῖ διψήσω. Καὶ εἶπεν ὁ γέρων· Ὁ Θεὸς ὧδε, καὶ πάντη Θεός"
"Ἀδελφός τις ἁμαρτήσας ἐχωρίζετο ὑπὸ τοῦ πρεσβυτέρου ἐκ τῆς ἐκκλησίας. Ὁ δὲ ἀββᾶς Βισαρίων ἀναστὰς συνεξῆλθεν αὐτῷ͵ λέγων͵ ὅτι Κἀγὼ ἁμαρ τωλός εἰμι"
"Ὁ ἀββᾶς Βισαρίων ἀποθνήσκων ἔλεγεν, ὅτι ὀφείλει εἶναι ὁ μοναχὸς, ὡς τὰ χερουβὶμ καὶ τὰ σε ραφὶμ, ὅλος ὀφθαλμός."
"Εἶπεν ὁ ἀββᾶς Εὐπρέπιος, ὅτι τὰ σωματικὰ ὕλη εἰσίν. Ὁ ἀγαπῶν τὸν κόσμον ἀγαπᾷ προσκόμ ματα. Εἴπερ οὖν συμβῇ τί ποτε ἀπολέσθαι, τοῦτο μετὰ χαρᾶς καὶ ἐξομολογήσεως δέχεσθαι δεῖ, ὡς φροντίδων ἀπαλλαγέντας"
"Ἔλεγε πάλιν πρὸς τοὺς καλῶς ἀρχομένους καὶ ὑποτασσομένους Πατράσιν ἁγίοις, ὅτι Ἡ πρώτη βαφὴ οὐκ ἀποβάλλει, ὡς ἐπὶ πορφύρας. Καί· ὅτι Ὥσπερ οἱ κλάδοι οἱ ἁπαλοὶ εὐχερῶς μεταστρέ φονται καὶ κάμπτονται, οὕτως καὶ οἱ ἀρχάριοι ὄντες ἐν ὑποταγῇ"
"Ὁ αὐτὸς ἀββᾶς Θεόφιλος ὁ ἀρχιεπίσκοπος παρέβαλέ ποτε εἰς τὴν Σκῆτιν. Συναχθέντες δὲ οἱ ἀδελφοὶ εἶπον τῷ ἀββᾷ Παμβώ· Εἰπὲ ἕνα λόγον τῷ Πάπᾳ, ὅπως ὠφεληθῇ. Λέγει αὐτοῖς ὁ γέρων· Εἰ οὐκ ὠφελεῖται ἐν τῇ σιωπῇ μου, οὐδὲ ἐν τῷ λόγῳ μου ὠφεληθῆναι ἔχει."
"Εἶπεν ὁ ἀββᾶς Ἰωσὴφ τῷ ἀββᾷ Λώτ· Οὐ δύνα σαι γενέσθαι μοναχὸς, ἐὰν μὴ γένῃ ὡς πῦρ φλογιζό μενος ὅλος"
"Παρέβαλεν ὁ ἀββᾶς Λὼτ τῷ ἀββᾷ Ἰωσὴφ, καὶ λέγει αὐτῷ· Ἀββᾶ κατὰ δύναμίν μου ποιῶ τὴν μι κράν μου σύναξιν, καὶ τὴν μικρὰν νηστείαν μου, καὶ τὴν εὐχὴν, καὶ τὴν μελέτην, καὶ τὴν ἡσυχίαν, καὶ τὸ κατὰ δύναμίν μου καθαρεύω τοῖς λογισμοῖς. Τί οὖν ἔχω ποιῆσαι λοιπόν; Ἀναστὰς οὖν ὁ γέρων, ἥπλωσε τὰς χεῖρας εἰς τὸν οὐρανόν· καὶ γεγόνασιν οἱ δάκτυ λοι αὐτοῦ, ὡς δέκα λαμπάδες πυρός· καὶ λέγει αὐ τῷ· Εἰ θέλεις, γενοῦ ὅλος ὡς πῦρ"
"Ἠρώτησάν τινες τὸν ἀββᾶν Μακάριον, λέγον τες· Πῶς ὀφείλομεν προσεύχεσθαι; Λέγει αὐτοῖς ὁ γέρων· Οὐκ ἔστι χρεία βαττολογεῖν, ἀλλ΄ ἐκτείνειν τὰς χεῖρας, καὶ λέγειν· Κύριε, ὡς θέλεις καὶ ὡς οἶδας, ἐλέησον. Ἐὰν δὲ ἐπίκειται πόλεμος· Κύριε, βοήθει. Καὶ αὐτὸς οἶδε τὰ συμφέροντα, καὶ ποιεῖ μεθ΄ ἡμῶν ἔλεος"
"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μωϋσέα, λέγων· Ὁρῶ ἐνώπιόν μου πρᾶγμα, καὶ οὐ δύναμαι αὐτὸ κα τασχεῖν. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν μὴ γίνῃ νεκρὸς ὡς οἱ ταφέντες, οὐ δύνασαι αὐτὸ κατασχεῖν"
"Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μωϋσέα, ποίῳ τρόπῳ νεκροῖ ἑαυτὸν ἄν θρωπος ἀπὸ τοῦ πλησίον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων ὅτι, Ἐὰν μὴ θήσει ἄνθρωπος ἐν τῇ καρδίᾳ αὐτοῦ, ἑαυτὸν ἤδη τριήμερον ἐν μνημείῳ, οὐ φθάνει εἰς τὸν λόγον τοῦτον"
"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ματόην, λέγων· Τί ποιήσω; ὅτι ἡ γλῶσσά μου θλίβει με· καὶ ὅταν ἔρχωμαι ἐν μέσῳ τῶν ἀνθρώπων, οὐ δύναμαι κατα σχεῖν αὐτήν· ἀλλὰ κατακρίνω αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ ἐλέγχω αὐτούς. Τί οὖν ποιήσω; Καὶ ἀπο κριθεὶς ὁ γέρων εἶπεν· Εἰ οὐ δύνασαι κατέχειν ἑαυ τὸν, φύγε καταμόνας. Ἀσθένεια γάρ ἐστιν. Ὁ δὲ καθ ήμενος μετὰ ἀδελφῶν, οὐκ ὀφείλει εἶναι τετραγω νιαῖος, ἀλλὰ στρογγύλος, ἵνα πρὸς πάντας κυλίηται. Καὶ εἶπεν ὁ γέρων Οὐ κατὰ ἀρετὴν κάθημαι κατα μόνας, ἀλλὰ κατὰ ἀσθένειαν· δυνατοὶ γάρ εἰσιν, οἱ ἐρχόμενοι εἰς τὸ μέσον τῶν ἀνθρώπων."
"Ἠρωτήθη ὁ ἀββᾶς Μιὼς ὑπὸ στρατευομένου, εἰ ἄρα δέχεται μετάνοιαν ὁ Θεός. Ὁ δὲ μετὰ τὸ κατ ηχῆσαι αὐτὸν ἐν πολλοῖς λόγοις, λέγει πρὸς αὐτόν· 304 Εἰπέ μοι, ἀγαπητέ· ἐὰν σχισθῇ σου τὸ χλανίδιον, βάλλεις τοῦτο ἔξω; Λέγει· Οὔ· ἀλλὰ ῥάπτω αὐτὸ, καὶ χρῶμαι αὐτῷ. Λέγει πρὸς αὐτὸν ὁ γέρων· Εἰ οὖν σὺ τοῦ ἱματίου φείδῃ, ὁ Θεὸς τοῦ ἰδίου πλάσματος οὐ φείσεται"
"Εἶπε πάλιν περὶ τοῦ ἀββᾶ Πίωρ, ὅτι ἑκάστης ἡμέρας ἐτίθει ἀρχήν"
"Παρέβαλόν τινες τῶν γερόντων πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ εἶπον αὐτῷ· Θέλεις, ἐὰν ἴδωμεν τοὺς ἀδελφοὺς νυστάζοντας εἰς τὴν σύναξιν, νύξωμεν αὐ τοὺς, ἵνα γρηγορῶσιν εἰς τὴν ἀγρυπνίαν; Ὁ δὲ λέ γει αὐτοῖς· Ἐγὼ τέως ἐὰν ἴδω τὸν ἀδελφὸν νυστά ζοντα, τιθῶ τὴν κεφαλὴν αὐτοῦ ἐπὶ τὰ γόνατά μου, καὶ ἀναπαύω αὐτόν"
"Εἶπεν ὁ ἀββᾶς Παμβώ· Εἰ ἔχεις καρδίαν δύ νασαι σωθῆναι"
"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην τὸν Θη βαῖον, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει· Τί σοι ἔχω εἰπεῖν; ὅτι εἰς τὴν Καινὴν Γραφὴν ἀναγινώσκω, καὶ εἰς τὴν Παλαιὰν ἀνακάμπτω"
"Εἶπεν ὁ ἀββᾶς Σισόης· Ζήτει τὸν Θεὸν, καὶ μὴ ζήτει ποῦ κατοικεῖ"
"Εἶπεν ὁ ἀββᾶς Σισόης ὁ Θηβαῖος τῷ μαθητῇ αὐτοῦ· Εἰπέ μοι τί βλέπεις εἰς ἐμὲ, κἀγώ σοι λέγω τί βλέπω εἰς σέ. Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Σὺ καλὸς τῷ νῷ, καὶ σκληρὸς μικρόν. Λέγει αὐτῷ ὁ γέ ρων· Σὺ καλὸς εἶ, ἀλλὰ χαῦνος τῷ νῷ"
"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σαραπίωνα, λέ γων· Εἰπέ μοι λόγον. Λέγει αὐτῷ ὁ γέρων· Τί σοι ἔχω εἰπεῖν; ὅτι ἔλαβες τὰ τῶν χηρῶν καὶ ὀρφανῶν, καὶ ἔθηκας εἰς τὴν θυρίδα ταύτην· εἶδε γὰρ αὐτὴν μεστὴν βιβλίων"
"Στέφανός ἐστι μοναχοῦ ἡ ταπεινοφροσύνη."
"When Abba Arsenius was still in the palace, he prayed to God, saying, "Lord, show me the way to be saved," and there came to him a voice saying, "Arsenius, flee from people and you shall be saved.""
"A brother visited Abba Moses at Scete, asking him for a saying. The elder said to him, "Go and stay in a cell; your cell will teach you everything.""
"Abba Isaiah said, "Love to be silent rather than to speak; for silence saves up, but speaking fritters away.""
"Abba Macarius the Great used to say to the brothers at Scete when he was dismissing the congregation, "Flee, brothers!" One of the fathers said to him, "Where can we fly to that is further removed than this desert?" and he placed his finger on his mouth, saying, "Flee from this," and, so saying, he went into his own cell, shut the door, and stayed there."
"Abba Joseph asked Abba Poemen, "Tell me how I can become a monk." Said the elder to him, "If you want to find repose here and in the age to come, say in every situation, ‘I, who am I?’ and do not pass judgment on anybody.""
"A brother asked Abba Macarius, "How might I be saved?" The elder replied, "Be as though dead and pay no attention (like the dead) to the scorn or the admiration of people, and you will be saved.""
"Abba Poemen said, "What is the point of building a house for somebody else and destroying one’s own?""
"He [Abba Poemen] also said, "What is the point in taking up a trade without learning it?""
"Abba Alōnas said, "Unless a person says in his heart, ‘I alone and God are in the world,’ he will not have repose.""
"He [an elder] also said, "The bee makes honey wherever it goes; likewise, the monk too performs the work of God wherever he goes.""
"An elder was asked, "Why am I afraid when I walk about in the desert?" "Because you are still alive," he replied."
"An elder was asked, "How come you are never discouraged?" and he answered, "Because every day I expect to die.""
"He was also asked, "Why am I continually negligent?" "Because you have never seen the sun," he replied."
"An elder said, "The root of all good works is truth.""
"Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζον τες τῇ ξηρᾷ τελευτῶσιν, οὕτως καὶ οἱ μοναχοὶ, βρα δύνοντες ἔξω τοῦ κελλίου, ἢ μετὰ κοσμικῶν διατρί βοντες, πρὸς τὸν τῆς ἡσυχίας τόνον ἐκλύονται. Δεῖ οὖν, ὥσπερ τὸν ἰχθὺν εἰς τὴν θάλασσαν, οὕτως καὶ ἡμᾶς εἰς τὸ κελλίον ἐπείγεσθαι, μήποτε βραδύνοντες ἔξω ἐπιλαθώμεθα τῆς ἔνδον φυλακῆς"