First Quote Added
April 10, 2026
Latest Quote Added
"442. Ἄρχων τις ἔχαιρεν τῇ θέᾳ τῶν κυνηγίων καὶ ἡ ἐπιθυμία αὐτοῦ ἄλλο τι οὐκ ἦν, εἰ μὴ βρωθῆναι τοὺς κυνηγούς. Συνέβη δὲ αὐτὸν ναυαγῆσαι [f. 257v] καὶ ἐβόησε πρὸς τὸν Θεὸν λέγων· Κύριε, βοήθησόν μοι ἐν τῇ ἀνάγκῃ ταύτῃ. Καὶ φαίνεται αὐτῷ ὁ Κύριος καθόλου τοῦ σώματος βεβρωμένος καὶ λέγει αὐτῷ· Οὕτως μὲ θέλεις ὁρᾶν καὶ πῶς σοὶ βοηθήσω;"
"472. Εἶπεν γέρων· Ἐὰν ἴδῃς τινὰ ἐμπεσόντα εἰς ὕδωρ καὶ δύνασαι αὐτῷ βοηθῆσαι, χάλασον αὐτῷ τὴν ῥάβδον καὶ ἕλκυσον αὐτόν. Καὶ ἐὰν μὴ δυνηθῇς ἑλκύσαι αὐτόν, κατάλιπε αὐτῷ τὴν ῥάβδον σου. Ἐὰν δὲ αὐτῷ δώσῃς τὴν χεῖρα σου καὶ μὴ δυνηθῇς ἑλκύσαι αὐτόν, ἕλκει σε αὐτὸς κάτω καὶ ἀμφότεροι ἀποθανεῖσθε. Τοῦτο δὲ ἔλεγεν πρὸς τοὺς ἐμβάλλοντας ἑαυτοὺς βοηθῆσαι τινὶ ἐν πειρασμοῖς ὑπὲρ τὸ μέτρον ἑαυτῶν."
"485. Εἶπεν γέρων· Οὐδέποτε προέβην βῆμα ποδός, εἰ μὴ ἔμαθον ποῦ ἔθηκα τὸν πόδα μου, ἀλλ᾿ εἰστήκειν κατανοῶν καὶ ὅλως μὴ ἐνδιδούς, ἄχρις ἂν ὁ Θεὸς ὡδήγησέν με."
"485 bis. Εἷπε γέρων· Ἢ φεύγων φεῦγε τοὺς ἀνθρώπους ἢ ἔμπαιζον τῷ κόσμῳ καὶ τοῖς ἀνθρώποις, μωρὸν σεαυτὸν ποιῶν."
"496. Ποτὲ κακούργων ἐπιστάντων τινὶ γέροντι ἔθηκεν αὐτοῖς νιπτῆρα καὶ ἠξίου τοὺς πόδας αὐτῶν νίπτειν, κἀκεῖνοι αἰδεσθέντες ἤρξαντο μετανοεῖν."
"498. Εἶπεν γέρων· Ὁ ἐπαινῶν μοναχὸν παραδίδει αὐτὸν τῷ Σατανᾷ."
"511. Εἶπεν γέρων· Οὐαὶ τῷ ἔξω ἀπὸ τοῦ ἔσω, μᾶλλον δὲ οὐαὶ τῷ ἔσω ἀπὸ τοῦ ἔξω. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὁ κοσμικὸς εὑρίσκει λαβὴν κατὰ ἡσυχάζοντος ἢ ἀναχωροῦντος, τοῦτο πτώσις καὶ κρίσις τοῦ πάσχοντος τὴν λαβήν."
"534. Εἶπεν πάλιν· Ἐὰν ἴδῃς τινὰ γελῶντα ἢ ἐσθίοντα πολλά, μὴ κρίνῃς αὐτόν, ἀλλὰ μᾶλλον εἰπέ ὅτι μακάριος ἐστὶν οὗτος, ἁμαρτίας οὐκ ἔχει καὶ ἐξ αὐτοῦ χαίρεται ἡ ψυχὴ αὐτοῦ."
"546. Ἀνδρὶ ἁγίῳ κατ᾿ αὐτὴν τὴν ὥραν μέλλοντι τελευτᾶν ἐπιστὰς ὁ Σατανᾶς λέγει αὐτῷ· Σὺ ἐξήλησάς με. Καὶ λέγει ὁ γέρων· Οὐκ οἶδα ἀκμήν. Ἴδε ἕως πόσου ἔνιφαν οἱ πατέρες μὴ καυχᾶσθαι ἔν τινι πράγματι."
"554. Γέρων τις κατέλαβεν ἐν Σκήτει λῃστὰς συλοῦντας τὴν κέλλαν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ταχύνατε [f. 294r] πρὸ τοῦ ἔλθωσιν οἱ ἀδελφοὶ καὶ κωλύσωσί με πληρῶσαι τὴν ἐντολὴν τοῦ Χριστοῦ τοῦ εἰπόντος· ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει."
"559. Εἶπεν πάλιν· Ὥσπερ ὁ νεκρὸς οὐκ ἐσθίει, οὕτως ὁ ταπεινόφρων οὐ δύναται κρῖναι ἄνθρωπον, κἂν ἴδῃ αὐτὸν προσκυνοῦντα εἰδώλοις."
"573. Εἶπεν γέρων· Ἐὰν κάθῃ ἐν ἐρήμῳ ἡσυχάζων, μὴ λογίζου ἐν ἑαυτῷ ὡς μέγα τὶ ποιῶν, ἀλλὰ μᾶλλον ἔχε ἑαυτὸν ὡς κύνα ἐξορισθέντα ἀπὸ ὄχλου καὶ δεδεμένον διὰ τὸ δάκνειν καὶ ἐπιχειρεῖν τοῖς ἀνθρώποις."
"578. Εἶπεν πάλιν· Ἄνθρωπος γευσάμενος τῆς γλυκύτητος τῆς ἀκτημοσύνης βαρεῖται καὶ εἰς αὐτὸ τὸ ἱμάτιον ὃ φορεῖ, καὶ εἰς τὸ βαυκάλιον τοῦ ὕδατος· ὁ γὰρ νοῦς αὐτοῦ λοιπὸν ἀλλαχοῦ ἀδολεσχεῖ."
"592.6. Ἐὰν ἀκούσῃς περί τινος μισοῦντος σε [f. 303r] καὶ λοιδοροῦντος, πέμψον ἢ δὸς αὐτῷ μικρὰν εὐλογίαν κατὰ τὴν δύναμίν σου, ἵνα ἔχεις παρρησίαν εἰπεῖν ἐν τῇ ὥρᾳ τῆς κρίσεως· Ἄφες ἡμῖν, δέσποτα, τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν."
"592.11. Ἐὰν κτήσῃ βιβλίον, μὴ κοσμίσῃς τὸ ἔνδυμα αὐτοῦ καὶ μὴ κτήσῃ ἅπλωμα πολύτιμον ἐν τῷ προσκυνήματί σου."
"592.51. Ἐὰν εἰσὶν ἐν τῷ τόπῳ ὅπου οἰκεῖς μνήματα, ἀνέρχου συνεχῶς καὶ κατανόει τοὺς κειμένους ἐκεῖ, μάλιστα ἐν τῷ καιρῷ τοῦ πολέμου τῆς σαρκός. Καὶ ὅταν μάθῃς ὅτι ἀδελφὸς ὑπάγει πρὸς Κύριον, πορεύου καὶ παράμεινον ἐκεῖ, ὅπως θεάσῃ πῶς ἡ ψυχὴ τοῦ σώματος χωρίζεται."
"607bis (S and V). Ἄλλος κακούργων αὐτῷ ἐπιστάντων νιπτῆρα προσέφερε καὶ ἠξίου τοὺς πόδας αὐτῷ νίπτειν κἀκεῖνοι αἰδεσθέντες μετέβαλον τὸν τρόπον."
"613. Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Καλὸν τὸ παραβάλλειν γέρουσιν ἢ τὸ ἡσυχάζειν; Λέγει αὐτῷ ὁ γέρων· Τὸ παραβάλλειν τοῖς γέρουσιν ἦν ὁ κανὼν τῶν ἀρχαίων πατέρων."
"624. Ἠρωτήθη γέρων· Πῶς δύναται ἄνθρωπος οἰκῆσαι κατὰ μόνας; Καὶ ἀποκριθεὶς εἶπεν· Ὁ ἀθλητὴς ἐὰν μὴ πυκτεύσῃ μετὰ πολλῶν, οὐ δύναται μαθεῖν τὴν τέχνην τῆς νίκης, ἵνα οὗτως δυνηθῇ μετὰ τοῦ ἀντιδίκου μονομαχῆσαι. Οὕτως καὶ ὁ μοναχός, ἐὰν μὴ παιδευθῇ μετὰ ἀδελφῶν και μάθῃ τὴν τῶν λογισμῶν τέχνην, οὐ δύναται οἰκῆσαι κατὰ μόνας, οὐδὲ ἀντιστῆναι τοῖς λογισμοῖς."
"625. Εἶπεν γέρων· Δὸς πρόθεσιν καὶ λαμβάνεις δύναμιν."
"629. Διηγήσατο μαθητὴς μεγάλου γέροντος περὶ τοῦ ἀββᾶ αὐτοῦ ὅτι ποτὲ γενομένης τῆς ἐνάτης ὥρας ἐπείνασε καὶ ἠθέλησε γεύσασθαι. Καὶ θέντες τὴν τράπεζαν ἔστημεν εἰς εὐχὴν καὶ ἐψάλλομεν δύο ψαλμούς. Καὶ ἤρξατο ὁ γέρων λέγειν1 ἀπὸ στήθους καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ καὶ ἐγένετο3 ὥρα ἐνάτη καὶ οὕτως κατέπαυσεν. Ὁ γὰρ νοῦς αὐτοῦ ἄνω ἐθεώρει μυστήρια."
"663. Ἀδελφός τις ἀπῆλθεν ἀγοράσαι λινάρια ἀπὸ χήρας τινὸς [V f.274r] καὶ ὡς πωλεῖ5 αὐτῷ6 ἀνεστέναξε. Λέγει αὐτῇ ὁ ἀδελφός· Τί ἔχεις; Λέγει αὐτῷ ἡ χήρα· Ὁ Θεὸς ἔπεμψέ σε σήμερον οἰκονομῆσαι8 τοὺς ἀδελφούς σου καὶ ὀρφανούς μου. Καὶ ὡς ἤκουσεν ὁ ἀδελφὸς ἐκεῖνος ἐλυπήθη καὶ ἔλαβε λινάρια ἐκ τοῦ πλαγίου αὐτοῦ καὶ ἔρριψεν εἰς τὸν κόλπον τῆς χήρας, καὶ οὕτως ἐποίησε πρὸς αὐτὴν χάριν."
"664. Ἠρωτήθη γέρων· Τί ἐστιν ἡ ζωὴ τοῦ μοναχοῦ; Καὶ ἀπεκρίθη· Στόμα ἀληθινόν [f.311v], σῶμα ἅγιον, καρδία καθαρά."
"665. Ἔλεγε γέρων ὅτι οἱ πατέρες τῇ ἀποτομίᾳ εἰσῆλθον ἔσω· ἡμεῖς δέ, ἐὰν δυνηθῶμεν, τῇ χρηστότητι εἰσέλθομεν."
"672. Ἔλεγον περὶ τῶν Σκητιωτῶν ὅτι, εἰ κατελάμβανέ τις τὴν ἀρετὴν αὐτῶν, οὐκέτι ὡς ἀρετὴν εἶχον αὐτήν, ἀλλ᾿ ὡς ἁμαρτίαν."