First Quote Added
avril 10, 2026
Latest Quote Added
"Ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ· τοὶ δ᾽ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα πάντες ὁμῶς ὀρθοῖσιν ἐπ᾽ οὔασιν ἠρεμέοντες κηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς."
"The angel ended, and in Adam's ear So charming left his voice, that he awhile Thought him still speaking, still stood fixed to hear."
"Στράπτε δ᾽ ὑπ᾽ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης τεύχεα· μακραὶ δ᾽ αἰὲν ἐλευκαίνοντο κέλευθοι, ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο."
"Πάντες δ᾽ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότ᾽ ἄριστοι πόντον ἐπιπλώεσκον."
"Σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα Πηλεΐδην Ἀχιλῆα, φίλῳ δειδίσκετο πατρί."
"Τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος."
"Δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσὶν αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης."
"Ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς."