Poets From Greece

1534 citas
0 me gusta
0Verified
75Authors

Timeline

First Quote Added

April 10, 2026

Latest Quote Added

April 10, 2026

All Quotes

"Εἶδον ἐγὼ ποθέοντας: ὑπ᾽ ἀτλήτοιο δὲ λύσσης δηρὸν ἐν ἀλλήλοις χείλεα πηξάμενοι, οὐ κόρον εἶχον ἔρωτος ἀφειδέος: ἱέμενοι δέ, εἰ θέμις, ἀλλήλων δύμεναι ἐς κραδίην, ἀμφασίης ὅσον ὅσσον ὑπεπρήυνον ἀνάγκην, ἀλλήλων μαλακοῖς φάρεσιν ἑσσάμενοι. καὶ ῥ᾽ ὁ μὲν ἦν Ἀχιλῆι πανείκελος, οἷος ἐκεῖνος τῶν Λυκομηδείων ἔνδον ἔην θαλάμων κούρη δ᾽ ἀργυφέης ἐπιγουνίδος ἄχρι χιτῶνα ζωσαμένη, Φοίβης εἶδος ἀπεπλάσατο. καὶ πάλιν ἠρήρειστο τὰ χείλεα: γυιοβόρον γὰρ εἶχον ἀλωφήτου λιμὸν ἐρωμανίης. ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει, στρεπτά, πολυχρονίῳ πλέγματι συμφυέα, ἢ κείνους ῾φιλέοντας, ὑπ᾽ ἀντιπόροισὶ τ᾽ ἀγοστοῖς ὑγρὰ περιπλέγδην ἅψεα δησαμένους. τρὶς μάκαρ, ὃς τοίοισι, φίλη, δεσμοῖσιν ἑλίχθη, τρὶς μάκαρ: ἀλλ᾽ ἡμεῖς ἄνδιχα καιόμεθα."

- Rufinus (poet)

0 likespoets-from-greeceepigrammatists-of-the-greek-anthology
"Γυρὸν κυανέης μόλιβον σημάντορα γραμμῆς, καὶ σκληρῶν ἀκόνην τρηχαλέην καλάμων, καὶ πλατὺν ὀξυντῆρα μεσοσχιδέων δονακήων, καὶ κανόνα γραμμῆς ἰθυπόρου ταμίην, καὶ χρόνιον γλυπτοῖσι μέλαν πεφυλαγμένον ἄντροις, καὶ γλυφίδας καλάμων ἄκρα μελαινομένων Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνῳ ἐκκρεμὲς ἤδη ἦλθε κατ᾽ ὀφθαλμῶν ῥυσὸν ἐπισκύνιον. * * * Τὸν τροχόεντα μόλιβδον, ὃς ἀτραπὸν οἶδε χαράσσειν ὀρθὰ παραξύων ἰθυτενῆ κανόνα, καὶ χάλυβα σκληρὸν καλαμηφάγον, ἀλλὰ καὶ αὐτὸν ἡγεμόνα γραμμῆς ἀπλανέος κανόνα, καὶ λίθον ὀκριόεντα, δόναξ ὅθι δισσὸν ὀδόντα θήγεται ἀμβλυνθεὶς ἐκ δολιχογραφίης, καὶ βυθίην Τρίτωνος ἁλιπλάγκτοιο χαμεύνην, σπόγγον, ἀκεστορίην πλαζομένης γραφίδος, καὶ κίστην πολύωπα μελανδόκον, εἰν ἑνὶ πάντα εὐγραφέος τέχνης ὄργανα ῥυομένην, Ἑρμῇ Καλλιμένης, τρομερὴν ὑπὸ γήραος ὄκνῳ χεῖρα καθαρμόζων ἐκ δολιχῶν καμάτων."

- Paul the Silentiary

0 likespoets-from-greeceepigrammatists-of-the-greek-anthology