First Quote Added
April 10, 2026
Latest Quote Added
"Ἐπαρίστερ´ ἔμαθες, ὦ πόνηρε, γράμματα· ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία· πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων."
"Ἄνθρωπ’, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· "ἀλλότριόν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη· σοφία δ’ ἴδιον, κρύσταλλος. οὐθεὶς πώποτε ταύτην λαβὼν ἀπώλεσ’.’ ὦ τάλας ἐγώ, οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν. ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα· ἀντέστροφέν σου τὸν βίον τὰ βιβλία· πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν λόγων.""
"Ὁ Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους τούς τ᾿ ἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδὸν ἀπεκραιπάλα τὰ πλεῖστα τοῦ γελάσαι χάριν, ἰδίαν τιν᾿ αὑτῷ θέμενος ἀδολεσχίαν."
"Καππαδόκην ποτ᾽ ἔχιδνα κακὴ δάκεν· ἀλλὰ καὶ αὐτὴ κάτθανε, γευσαμένη αἵματος ἰοβόλου."
"Καὶ τόδε Δημοδόκου· Χῖοι κακοί· οὐχ ὁ μέν, ὃς δ᾽ οὔ· πάντες, πλὴν Προκλέους· καὶ Προκλέης δὲ Χίος."
"Μιλήσιοι ἀξύνετοι μὲν οὔκ εἰσιν, δρῶσιν δ᾿ οἷά περ ἀξύνετοι."
"Ἡλίθιον εἶναι νοῦν τε πουλύποδος ἔχειν."
"Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην, καὶ κείνην φιλέεσκεν ἐγὼ δέ τις ὡς ὀχετηγὸς ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ, αὐερύων τὸ φίλημα: περὶ ζωστῆρα δὲ κούρης μάστακι ποππύζων, τηλόθεν ἀντεφίλουν. ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις: ἡ γλυκερὴ γὰρ ζώνη πορθμὸς ἔην χείλεος ἀμφοτέρου."
"Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε μή με γελάσσηις· οὐ γὰρ ἐμοὶ μούνηι ταῦτα τέλεσσε Τύχη· εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις. εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν Ἄρης, εἰμὶ πάλιν· βασίλεια σὺ δ', ὦ τέκος, ἄτρομε Ῥώμη, βάλλε καθ' Ἑλλήνων σῆς ζυγόδεσμα δίκης."
"Τῇ Παφίῃ στεφάνους, τῇ Παλλάδι τὴν πλοκαμῖδα, Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη: εὕρετο γὰρ μνηστῆρα τὸν ἤθελε, καὶ λάχεν ἥβην σώφρονα, καὶ τεκέων ἄρσεν ἔτικτε γένος."
"Εἰμί μὲν οὐ φιλόοινος: ὅταν δ᾽ ἐθέλῃς με μεθύσσαι, πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι. εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν εὐμαρὲς, οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα, καί μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν."
"Εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς."
"Κάλλος γὰρ περίπυστον ἀμωμήτοιο γυναικὸς ὀξύτερον μερόπεσσι πέλει πτερόεντος ὀιστοῦ· ὀφθαλμὸς δ᾿ ὁδός ἐστιν."
"Ἤδη καὶ γλυκύπικρον ἐδέξατο κέντρον Ἐρώτων."
"Εἰπέ, θεά, κρυφίων ἐπιμάρτυρα λύχνον ἐρώτων καὶ νύχιον πλωτῆρα θαλασσοπόρων ὑμεναίων καὶ γάμον ἀχλυόεντα, τὸν οὐκ ἴδεν ἄφθιτος Ἠώς, καὶ Σηστὸν καὶ Ἄβυδον, ὅπῃ γάμον ἔννυχον Ἡροῦς."
"Παρθενικῆς δὲ πειθομένης ποτὶ λέκτρον ὑπόσχεσίς ἐστι σιωπή."
"Ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας παντοίων νεπόδων, πλωτὸν γένος Ἀμφιτρίτης, ἐξερέω, γαίης ὕπατον κράτος, Ἀντωνῖνε· ὅσσα τε κυματόεσσαν ἔχει χύσιν, ᾗχί θ’ ἕκαστα ἐννέμεται, διερούς τε γάμους διεράς τε γενέθλας καὶ βίον ἰχθυόεντα καὶ ἔχθεα καὶ φιλότητας καὶ βουλάς, ἁλίης τε πολύτροπα δήνεα τέχνης κερδαλέης, ὅσα φῶτες ἐπ’ ἰχθύσι μητίσαντο ἀφράστοις· ἀΐδηλον ἐπιπλώουσι θάλασσαν τολμηρῇ κραδίῃ, κατὰ δ’ ἔδρακον οὐκ ἐπίοπτα βένθεα καὶ τέχνῃσιν ἁλὸς διὰ μέτρα δάσαντο δαιμόνιοι."
"Ἀτθὶ κόρα μελίθρεπτε, λάλος λάλον ἁρπάξασα τέττιγα πτανοῖς δαῖτα φέρεις τέκεσιν, τὸν λάλον ἁ λαλόεσσα, τὸν εὔπτερον ἁ πτερόεσσα, τὸν ξένον ἁ ξείνα, τὸν θερινὸν θερινά; κοὐχὶ τάχος ῥίψεις; οὐ γὰρ θέμις, οὐδὲ δίκαιον, ὄλλυσθ᾽ ὑμνοπόλους ὑμνοπόλοις στόμασιν."
"Συμποσίων δ᾽ ἐρατῶν βρίθοντ᾽ ἀγυιαί, παιδείοι θ᾽ ὕμνοι φλέγονται."
"Οἱ μὲν ἀδμᾶτες ἀεικελιᾶν νούσων εἰσὶν καὶ ἄνατοι, οὐδὲν ἀνθρώποις ἴκελοι."
"Ἐν δὲ σιδαροδέτοις πόρπαξιν αἰθᾶν ἀραχνᾶν ἱστοὶ πέλονται, ἔγχεα τε λογχωτὰ ξίφεα τ᾽ ἀμφάκεα δάμναται εὐρώς."
"Οὐκέτι δή σε λίγεια κατ᾽ ἀφνεὸν Ἀλκίδος οἶκον ἀκρὶ μελιζομέναν ὄψεται ἀέλιος: ἤδη γὰρ λειμῶνας ἐπὶ Κλυμένου πεπότησαι καὶ δροσερὰ χρυσέας ἄνθεα Περσεφόνας."
"Τίκτει δέ τε θνατοῖσιν Εἰρήνα μεγάλα στρ. πλοῦτον μελιγλώσσων τ' ἀοιδᾶν ἄνθεα, δαιδαλέων τ᾽ ἐπὶ βωμῶν θεοῖσιν αἴθεσθαι βοῶν ξανθᾷ φλογί μῆρα τανῦτρίχων τε μήλων γυμνασίων τε νέοις αὐλῶν τε καὶ κώμων μέλειν."
"Ναυηγοῦ τάφος εἰμί: σὺ δὲ πλέε: καὶ γὰρ ὅθ᾽ ἡμεῖς ὠλλύμεθ᾽, αἱ λοιπαὶ νῆες ἐποντοπόρουν."
"Language is my homeland."
"No end is ever articulate."
"Αἴθε βέλος γενόμην ἢ δίκτυον ἠὲ φαρέτρη, αἴθε βέλος γενόμην θηροκτόνον, ὄφρά με γυμναῖς χερσὶν ἐλαφρίσσειεν· ὀπισθοτόνοιο δὲ τόξου εἴην νεῦρα βόεια πολὺ πλέον, ὄφρά με μαζῷ χιονέῳ πελάσειε σαόφρονος ἔκτοθι μίτρης, ναὶ δαμάλη, ναὶ μόσχε, σαόφρονος ἔκτοθι μίτρης."
"Χερσὶ γυναιμανέεσσιν ἐμῆς μὴ ψαῦε φαρέτρης· τόξον ἔχω, σὺ δὲ θύρσον·"
"Ὑπναλέην δὲ ἀθρήσας Διόνυσος ἐρημαίην Ἀριάδνην θαύματι μῖξεν ἔρωτα·"
"Health, eldest of Gods, with thee may I dwell for the rest of my life and find thee a gracious house-mate. If there be any joy in wealth, or in children, or in that kingly rule that maketh men like to Gods, or in the desires we hunt with the secret nets of Aphrodite, or if there be any other delight or diversion sent of Heaven unto man, ’tis with thy aid, blessed Health, that they all do thrive and shine in the converse of the Graces; and without thee no man alive is happy."
"Κλῶνες ἀπῃόριοι ταναῆς δρυός, εὔσκιον ὕψος ἀνδράσιν ἄκρητον καῦμα φυλασσομένοις, εὐπέταλοι, κεράμων στεγανώτεροι, οἰκία φαττῶν, οἰκία τεττίγων, ἔνδιοι ἀκρεμόνες, κἠμὲ τὸν ὑμετέραισιν ὑποκλινθέντα κόμαισιν ῥύσασθ', ἀκτίνων ἡελίου φυγάδα."
"Sleep no more, Cypris, beneath thy purple coverlet, but awake to thy misery; put on the sable robe and fall to beating thy breast, and tell it to the world, The beauteous Adonis іs dead."
"... But I will go my way to yonder hillside, singing low to sand and shore my supplication of the cruel Galatea; for I will not give over my sweet hopes till I come unto uttermost old age ..."
"I be no thief nor highwayman—tis not for that I’m abroad at night—, but a lover; and lovers deserve all aid."
"Μολπαν ται Μοισαι μοι αει ποθεοντι διδοιεν, Ταν γλυκεραν μολπαν, τας φαρμακον αδιον ουδεν."
"Τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα ἄνδρ᾿ ἀγαθὸν περὶ ᾗ πατρίδι μαρνάμενον."
"Τῇδε τὸν ἐκ Μελίτης ἀργὸν κύνα φησὶν ὁ πέτρος ἴσχειν, Εὐμήλου πιστότατον φύλακα. Ταῦρόν μιν καλέεσκον, ὅτ᾿ ἦν ἔτι· νῦν δὲ τὸ κείνου φθέγμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί."
"[Greek text]"
"Στᾶλαι, καὶ Σειρῆνες ἐμαί, καὶ πένθιμε κρωσσέ, ὅστις ἔχεις Ἀΐδα τὰν ὀλίγαν σποδιάν, τοῖς ἐμὸν ἐρχομένοισι παρ᾿ ἠρίον εἴπατε χαίρειν, αἴτ᾿ ἀστοὶ τελέθωντ᾿, αἴθ᾿ ἑτέρας πόλιος· χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό· χὤτι πατήρ μ᾿ ἐκάλει Βαυκίδα, χὤτι γένος Τηνία, ὡς εἰδῶντι· καὶ ὅττι μοι ἁ συνεταιρὶς Ἤρινν᾿ ἐν τύμβῳ γράμμ᾿ ἐχάραξε τόδε."
"Παυροεπὴς Ἤριννα, καὶ οὐ πολύμυθος ἀοιδαῖς: ἀλλ᾽ ἔλαχεν Μούσας τοῦτο τὸ βαιὸν ἔπος. τοιγάρτοι μνήμης οὐκ ἤμβροτεν, οὐδὲ μελαίνης νυκτὸς ὑπὸ σκιερῇ κωλύεται πτέρυγι: αἱ δ᾽ ἀναρίθμητοι νεαρῶν σωρηδὸν ἀοιδῶν μυριάδες λήθῃ, ξεῖνε, μαραινόμεθα. λωίτερος κύκνου μικρὸς θρόος ἠὲ κολοιῶν κρωγμὸς ἐν εἰαριναῖς κιδνάμενος νεφέλαις."
"Second year of the 82nd Olympiad (451 BC), flourished Crates the comedy-writer, Telesilla, Praxilla, and Cleobulina."
"Ὑπὸ παντὶ λίθῳ σκορπίον, ὦ ἑταῖρε, φυλάσσεο."
"Praxilla of Sicyon, too, was admired for the drinking-songs she wrote."
"Sillier than Praxilla’s Adonis."
"Praxilla was portrayed in bronze by Lysippus, although she spoke nonsense in her poetry."
"Ὦ διὰ τᾶς θυρίδος καλὸν ἐμβλέποισα, παρθένε τὰν κεφαλὰν, τὰ δ᾿ ἔνερθε νύμφα."
"Οὐκέτι παφλάζοντα διαΐσσων βυθὸν ἅλμης δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας, οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων ὑγρὸν ἀναρρίψεις ἅλμα παρὰ σκαφίσιν οὐδὲ σὺ γ᾽, ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων νώτοις πορθμεύσεις Τηθύος εἰς πέρατα. ἦ γὰρ ἴσον; πρηῶνι Μαλείης ὡς ἐκυκήθη, κῦμα πολυψάμμους ὦσέ σ᾿ ἐπὶ ψαμάθους."
"Κάλλιστον μὲν ἐγὼ λείπω φάος ἠελίοιο, δεύτερον ἄστρα φαεινὰ σεληναίης τε πρόσωπον ἠδὲ καὶ ὡραίους σικύους καὶ μῆλα καὶ ὄγχνας·"
"[Insert Greek text]"
"Ἦρι μὲν αἵ τε Κυδώνιαι μηλίδες ἀρδόμεναι ῥοᾶν ἐκ ποταμῶν, ἵνα Παρθένων κῆπος ἀκήρατος, αἵ τ᾿ οἰνανθίδες αὐξόμεναι σκιεροῖσιν ὑφ᾿ ἕρνεσιν οἰναρέοις θαλέθοισιν· ἐμοὶ δ᾿ ἔρος οὐδεμίαν κατάκοιτος ὥραν· ἀλλ᾿ ἅθ᾿ ὑπὸ στεροπᾶς φλέγων Θρηίκιος Βορέας ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις μανίαισιν ἐρεμνὸς ἀθαμβὴς ἐγκρατέως πεδόθεν φυλάσσει ἡμετέρας φρένας."