First Quote Added
April 10, 2026
Latest Quote Added
"Τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται."
"Mόνον δὲ τοῦτό φασ᾽ ἁμιλλᾶσθαι βίῳ, γνώμην δικαίαν κἀγαθήν ὅτῳ παρῇ."
"Μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις, λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας."
"Ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ, ἦ κάρτα δόξει τοῖς κακοῖς γ᾽ εἶναι καλά."
"Οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ τοῦ μηδὲν ἄγαν."
"Χρῆν γὰρ μετρίας εἰς ἀλλήλους φιλίας θνητοὺς ἀνακίρνασθαι καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς."
"Τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ, τὸ δὲ μαινόμενον κακόν: ἀλλὰ κρατεῖ μὴ γιγνώσκοντ᾽ ἀπολέσθαι."
"Μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη."
"Πᾶς δ᾽ ὀδυνηρὸς βίος ἀνθρώπων κοὐκ ἔστι πόνων ἀνάπαυσις."
"Τίς δ᾽ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν."
"Τῶν δ᾽ ἀδοκήτων πόρον ηὗρε θεός."
"Χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά- σματ᾽, ἕπεται δ᾽ ἅμ᾽ αὐτοφόνταις ξυνῳ- δὰ θεόθεν πίτνοντ᾽ ἐπὶ δόμοις ἄχη."
"θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ."
"Καὶ μανθάνω μὲν οἷα τολμήσω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς."
"Χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς."
"Πείθειν δῶρα καὶ θεοὺς λόγος."
"Γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ."
"Οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν."
"Μό- χθων δ᾽ οὐκ ἄλλος ὕπερθεν ἢ γᾶς πατρίας στέρεσθαι."
"Ὦ πατρίς, ὦ δώματα, μὴ δῆτ᾽ ἄπολις γενοίμαν τὸν ἀμηχανίας ἔχουσα δυσπέρατον αἰῶ, οἰκτρότατόν <γ᾽> ἀχέων."
"Στέργοι δέ με σωφροσύνα, δώρημα κάλλιστον θεῶν."
"Ἔρωτες ὑπὲρ μὲν ἄγαν ἐλθόντες οὐκ εὐδοξίαν οὐδ᾽ ἀρετὰν παρέδωκαν ἀνδράσιν."
"Κακοῦ γὰρ ἀνδρὸς δῶρ᾽ ὄνησιν οὐκ ἔχει."
"Ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει."
"Χρῆν τἄρ᾽ ἄλλοθέν ποθεν βροτοὺς παῖδας τεκνοῦσθαι, θῆλυ δ᾽ οὐκ εἶναι γένος: χοὔτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν."
"Δεινή τις ὀργὴ καὶ δυσίατος πέλει, ὅταν φίλοι φίλοισι συμβάλωσ᾽ ἔριν."
"Ἄνω ποταμῶν ἱερῶν χώρονσι παγαί."
"Πρὸς δὲ καὶ πεφύκαμεν γυναῖκες, ἐς μὲν ἔσθλ᾽ ἀμηχανώταται, κακῶν δὲ πάντων τέκτονες σοφώταται."
"Φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα."
"Γυνὴ γὰρ ὀξύθυμος, ὡς δ᾽ αὔτως ἀνήρ, ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφή."
"Κρεῖσσον δέ μοι νῦν πρός σ᾽ ἀπεχθέσθαι, γύναι, ἢ μαλθακισθένθ᾽ ὕστερον μεταστένειν."
"Ὡς τρὶς ἂν παρ᾿ ἀσπίδα στῆναι θέλοιμ᾿ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ."
"Πάντων δ᾽ ὅσ᾽ ἔστ᾽ ἔμψυχα καὶ γνώμην ἔχει γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν: ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ πόσιν πρίασθαι, δεσπότην τε σώματος [...] κἀν τῷδ᾽ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν ἢ χρηστόν."
"Χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει."
"Καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι μολπαῖσι βροτούς."
"Τὰ δ᾽ ὑπερβάλλοντ᾽ οὐδένα καιρὸν δύναται θνητοῖς, μείζους δ᾽ ἄτας, ὅταν ὀργισθῇ δαίμων οἴκοις, ἀπέδωκεν."
"Τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν τοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷ λῷστα βροτοῖσιν."
"Ἀπωλόμεσθ᾽ ἄρ᾽, εἰ κακὸν προσοίσομεν νέον παλαιῷ, πρὶν τόδ᾽ ἐξηντληκέναι."
"Παλαιὰ καινῶν λείπεται κηδευμάτων."
"Νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ."
"Ἥπερ μεγίστη γίγνεται σωτηρία, ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ."
"Χρόνος μαλάξει, νῦν δ᾽ ἔθ᾽ ἡβάσκει, κακόν."
"Ἐγὼ καὶ διὰ μούσας καὶ μετάρσιος ᾖξα, καὶ πλείστων ἁψάμενος λόγων κρεῖσσον οὐδὲν Ἀνάγκας."
"Τὸν καθ᾽ ἡμέραν βίον λογίζου σόν, τὰ δ᾽ ἄλλα τῆς τύχης."
"Βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται, κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται τὴν αὔριον μέλλουσαν εἰ βιώσεται: τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται, κἄστ᾽ οὐ διδακτὸν οὐδ᾽ ἁλίσκεται τέχνῃ."
"Κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι."
"Μάτην ἄρ᾽ οἱ γέροντες εὔχονται θανεῖν, γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου: ἢν δ᾽ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται θνῄσκειν, τὸ γῆρας δ᾽ οὐκέτ᾽ ἔστ᾽ αὐτοῖς βαρύ."
"Κούφα σοι χθὼν ἐπάνωθε πέσοι."
"Οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακες: γίγνωσκε δὲ ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται."
"Εἰ δ᾽ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν, ὥστ᾽ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν ὕμνοισι κηλήσαντά σ᾽ ἐξ Ἅιδου λαβεῖν, κατῆλθον ἄν, καί μ᾽ οὔθ᾽ ὁ Πλούτωνος κύων οὔθ᾽ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων ἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον."