"Φησίν τις εἶναι δῆτ᾽ ἐν οὐρανῷ θεούς; οὐκ εἰσίν, οὐκ εἴσ᾽, εἴ τις ἀνθρώπων θέλει μὴ τῷ παλαιῷ μῶρος ὢν χρῆσθαι λόγῳ. σκέψασθε δ᾽ αὐτοί, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις γνώμην ἔχοντες. φήμ᾽ ἐγὼ τυραννίδα κτείνειν τε πλείστους κτημάτων τ᾿ ἀποστερεῖν ὅρκους τε παραβαίνοντας ἐκπορθεῖν πόλεις· καὶ ταῦτα δρῶντες μᾶλλόν εἰσ᾽ εὐδαίμονες. τῶν εὐσεβούντων ἡσυχῇ καθ᾽ ἡμέραν. πόλεις τε μικρὰς οἶδα τιμώσας θεούς, αἳ μειζόνων κλύουσι δυσσεβεστέρων λόγχης ἀριθμῷ πλείονος κρατούμεναι. οἶμαι δ᾽ ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς εὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον, μαθεῖν ἂν ὡς οὐκ εἰσίν. αἱ δ᾽ εὐπραξίαι τὰ θεῖα πυργοῦσ᾽ αἱ κακαί τε συμφοραί."
Quote Details
Added by wikiquote-import-bot
Unverified quote
0 likes
Original Language: English
Available Languages (1)
Sources
Bellerophon, frag. (tr. J. A. Symonds, 1879; rev. C. M. Bowra, 1938)
https://en.wikiquote.org/wiki/Euripides
Revision History
No revisions have been submitted for this quote.
Categories
Related Quotes
"λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δ᾽ ἔπος, δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον."
"ἁγὼ οὔτινι θύω πλὴν ἐμοὶ, θεοῖσι δ᾽ οὔ, καὶ τῇ μεγίστῃ γαστρὶ τῇδε δαιμόνων."
"I care for riches, to make gifts To friends, or lead a sick man back to health With ease and plenty. Else small aid i…"
"On behalf of all those dead who learned their hatred of women long ago, for those who hate them now, for those unborn…"
"Νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ."
"Ἐγὼ καὶ διὰ μούσας καὶ μετάρσιος ᾖξα, καὶ πλείστων ἁψάμενος λόγων κρεῖσσον οὐδὲν Ἀνάγκας."
"Παλαιὰ καινῶν λείπεται κηδευμάτων."
"Ἥπερ μεγίστη γίγνεται σωτηρία, ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ."
"Χρόνος μαλάξει, νῦν δ᾽ ἔθ᾽ ἡβάσκει, κακόν."
"Man's most valuable trait is a judicious sense of what not to believe."