"Πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο, Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν, τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι. οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν, ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ. τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε, εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ᾽ ἀλέγοντες πείρετε· μηδ᾽ αὔτως αὐτάγρετον οἶτον ὄλησθε ἀφραδέως, ἢ θύνετ᾽ ἐπισπόμενοι νεότητι. οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ δι᾽ αὐτῶν πετράων πόντονδε σόη πτερύγεσσι δίηται, μηκέτι δὴν μηδ᾽ αὐτοὶ ἐρητύεσθε κελεύθου, ἀλλ᾽ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ τέμνεθ᾽ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον ἔσσετ᾽ ἐν εὐχωλῇσιν, ὅσον τ᾽ ἐνὶ κάρτεϊ χειρῶν. τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι θαρσαλέως· πρὶν δ᾽ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω. εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται, ἄψορροι στέλλεσθαι· ἐπεὶ πολὺ βέλτερον εἶξαι ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε πετράων, οὐδ᾽ εἴ κε σιδηρείη πέλοι Ἀργώ."
Quote Details
Added by wikiquote-import-bot
Unverified quote
0 likes
Original Language: English
Available Languages (1)
Sources
Revision History
No revisions have been submitted for this quote.
Categories
Apollonius of Rhodes
39 quotes on TrueQuotesView all quotes by Apollonius of Rhodes →
Related Quotes
"Apollonius Rhodius [shrouded] in long-drawn sweetness the inanity of his soul."
"Αἱ δ᾽, ὥστ᾽ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο παρθενικαί, δίχα κόλπον ἐπ᾽ ἰξύας εἱλίξασαι σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ …"
"Αἵδε δ᾽ ἀοιδαὶ εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν ἀνθρώποις."
"Ἐπείτοιγε καὶ ἄπτωτος ὁ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναύταις ποιητὴς ... ἆῤ οὖν Ὅμηρος ἂν μᾶλλον ἢ Ἀπολλώνιος ἐθέλοις γενέσ…"
"Apollonius Rhodius was a great grammarian, as well as a poet."
"If the sublime be the characteristic of Homer, the romantic is that of Apollonius; and in nature and tenderness he ne…"
"If Homer sometimes nods, Apollonius may be said to be only occasionally awake, though his long fits of somnolency are…"
"Ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησεν κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτ…"
"Πάντες δ᾽ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότ᾽ ἄριστοι πόντον ἐπιπλώεσκον."
"Αἶψα δὲ κούρη ἔμπαλιν ὄμματ᾽ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν, μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος."