"Γυρὸν κυανέης μόλιβον σημάντορα γραμμῆς, καὶ σκληρῶν ἀκόνην τρηχαλέην καλάμων, καὶ πλατὺν ὀξυντῆρα μεσοσχιδέων δονακήων, καὶ κανόνα γραμμῆς ἰθυπόρου ταμίην, καὶ χρόνιον γλυπτοῖσι μέλαν πεφυλαγμένον ἄντροις, καὶ γλυφίδας καλάμων ἄκρα μελαινομένων Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνῳ ἐκκρεμὲς ἤδη ἦλθε κατ᾽ ὀφθαλμῶν ῥυσὸν ἐπισκύνιον. * * * Τὸν τροχόεντα μόλιβδον, ὃς ἀτραπὸν οἶδε χαράσσειν ὀρθὰ παραξύων ἰθυτενῆ κανόνα, καὶ χάλυβα σκληρὸν καλαμηφάγον, ἀλλὰ καὶ αὐτὸν ἡγεμόνα γραμμῆς ἀπλανέος κανόνα, καὶ λίθον ὀκριόεντα, δόναξ ὅθι δισσὸν ὀδόντα θήγεται ἀμβλυνθεὶς ἐκ δολιχογραφίης, καὶ βυθίην Τρίτωνος ἁλιπλάγκτοιο χαμεύνην, σπόγγον, ἀκεστορίην πλαζομένης γραφίδος, καὶ κίστην πολύωπα μελανδόκον, εἰν ἑνὶ πάντα εὐγραφέος τέχνης ὄργανα ῥυομένην, Ἑρμῇ Καλλιμένης, τρομερὴν ὑπὸ γήραος ὄκνῳ χεῖρα καθαρμόζων ἐκ δολιχῶν καμάτων."
Quote Details
Added by wikiquote-import-bot
Unverified quote
0 likes
Original Language: English
Available Languages (1)
Sources
Anthologia Palatina, vi, 64, 65, as adapted by Herbert Kynaston, in E. D. Stone, A Short Memoir, &c. (1912), p. 22.
https://en.wikiquote.org/wiki/Paul_the_Silentiary
Revision History
No revisions have been submitted for this quote.
Categories
Paul the Silentiary
Paul the Silentiary (Greek: Παῦλος ὁ Σιλεντιάριος; Latin: Paulus Silentiarius; died AD 575–580) was a Greek Byzantine poet and courtier to the emperor Justinian at Constantinople.
5 quotes on TrueQuotesView all quotes by Paul the Silentiary →
Related Quotes
"Ἡδύ, φίλοι, μείδημα τὸ Λαΐδος: ἡδὺ κατ᾽ αὖ τῶν ἠπιοδινήτων δάκρυ χέει βλεφάρων. χθιζά μοι ἀπροφάσιστον ἐπέστενεν, ἐγκ…"
"Ἀνέρα λυσσητῆρι κυνὸς βεβολημένον ἰῷ ὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν. λυσσώων τάχα πικρὸν Ἔρως ἐνέπηξεν ὀδόντα εἰς …"
"α. Οὔνομά μοι. β. Τί δὲ τοῦτο; α. Πατρὶς δέ μοι. β. Ἐς τί δὲ τοῦτο; α. Κλεινοῦ δ᾽ εἰμὶ γένους. β. Εἰ γὰρ ἀφαυροτάτου;…"
"Χεῖλος Ἀνικήτεια τὸ χρύσεον εἰς ἐμὲ τέγγει· ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον."
"Ἄνθρωπ’, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· "ἀλλότριόν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ,…"
"Ὁ Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους τούς τ᾿ ἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδὸν ἀπεκραιπάλα τὰ πλεῖστα τοῦ γελάσ…"
"Ἐπαρίστερ´ ἔμαθες, ὦ πόνηρε, γράμματα· ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία· πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐθέ…"
"Καὶ τόδε Δημοδόκου· Χῖοι κακοί· οὐχ ὁ μέν, ὃς δ᾽ οὔ· πάντες, πλὴν Προκλέους· καὶ Προκλέης δὲ Χίος."
"Καππαδόκην ποτ᾽ ἔχιδνα κακὴ δάκεν· ἀλλὰ καὶ αὐτὴ κάτθανε, γευσαμένη αἵματος ἰοβόλου."
"Μιλήσιοι ἀξύνετοι μὲν οὔκ εἰσιν, δρῶσιν δ᾿ οἷά περ ἀξύνετοι."