First Quote Added
April 10, 2026
Latest Quote Added
"89. Ἠρωτήθη γέρων ποῖον δεῖ εἶναι τὸν μοναχόν; καὶ εἶπεν· Ἐὰν ὡς κατ᾿ ἐμὲ μόνος πρὸς μόνον."
"65. Εἶπεν γέρων· Ῥίζα πάντων τῶν κακῶν ἐστὶν ἡ λήθη."
"113. Εἶπεν γέρων· ὅτι τὸ ἔργον ἡμῶν καίειν ἐστὶν ξύλα."
"86. Μοναχός τις εἰργάζετο ἐν ἡμέρᾳ Μάρτυρος, ἰδὼν δὲ αὐτὸν ἄλλος μοναχός, λέγει αὐτῷ· Ἔνι σήμερον ἐργάσασθαι; Ὁ δὲ εἶπεν αὐτῷ· Σήμερον ὁ δοῦλος τοῦ Θεοῦ ἐξέετο μαρτυρῶν καὶ ἐβασανίζετο, κἀγὼ οὐκ ὀφείλω κοπιᾶσαι μικρὸν ἐν τῷ ἔργῳ σήμερον;"
"Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζον τες τῇ ξηρᾷ τελευτῶσιν, οὕτως καὶ οἱ μοναχοὶ, βρα δύνοντες ἔξω τοῦ κελλίου, ἢ μετὰ κοσμικῶν διατρί βοντες, πρὸς τὸν τῆς ἡσυχίας τόνον ἐκλύονται. Δεῖ οὖν, ὥσπερ τὸν ἰχθὺν εἰς τὴν θάλασσαν, οὕτως καὶ ἡμᾶς εἰς τὸ κελλίον ἐπείγεσθαι, μήποτε βραδύνοντες ἔξω ἐπιλαθώμεθα τῆς ἔνδον φυλακῆς"
"Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος, ὅτι Ἔρχεται και ρὸς, ἵνα οἱ ἄνθρωποι μανῶσι, καὶ ἐπὰν ἴδωσί τινα μὴ μαινόμενον, ἐπαναστήσονται αὐτῷ λέγοντες, ὅτι Σὺ μαίνῃ, διὰ τὸ μὴ εἶναι ὅμοιον αὐτοῖς"
"Ὅση δύναμίς σοί ἐστιν, ἀγώνισαι, ἵνα ἡ ἔνδον σου ἐργασία κατὰ Θεὸν ᾗ, καὶ νικήσῃ τὰ ἔξω πάθη."
"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἀβραὰμ, λέγων· Ἐὰν συμβῇ με πολλάκις φαγεῖν, τί ἐστι; Καὶ ἀπο κριθεὶς ὁ γέρων εἶπε· Τί λαλεῖς, ἀδελφέ; τοσαῦτα ἐσθίεις; ἢ δοκεῖς ὅτι εἰς ἅλωνα ἦλθες;"
"Ἐρωτῶντός ποτε τοῦ ἀββᾶ Ἀρσενίου τινὰ γέ ροντα Αἰγύπτιον περὶ ἰδίων λογισμῶν, ἕτερος ἰδὼν αὐτὸν εἶπεν· Ἀββᾶ Ἀρσένιε, πῶς τοσαύτην παίδευ σιν Ρωμαϊκὴν καὶ Ἑλληνικὴν ἐπιστάμενος, τοῦτον τὸν ἀγροῖκον περὶ τῶν σῶν λογισμῶν ἐρωτᾷς; Ὁ δὲ εἶπε πρὸς αὐτόν· Τὴν μὲν Ρωμαϊκὴν καὶ Ἑλληνι κὴν ἐπίσταμαι παίδευσιν· τὸν δὲ ἀλφάβητον τοῦ ἀγροίκου τούτου οὔπω μεμάθηκα"
"133. [f. 189v] Εἶπεν γέρων· Ὀφείλει ὁ μοναχὸς ἀγοράζειν τὴν ἡσυχίαν αὐτοῦ πρὸς τὸ καταφρονεῖν, ἐὰν καὶ σωματικὴ ζημία συμβῇ."
"ἀλλ΄ οὐ δύναμαι εἶναι μετὰ τοῦ Θεοῦ καὶ μετὰ τῶν ἀνθρώπων. Αἱ ἄνω χιλιάδες καὶ μυριάδες ἓν θέλημα ἔχουσιν, οἱ δὲ ἄνθρωποι πολλὰ θελήματα ἔχουσιν. Οὐ δύναμαι οὖν ἀφεῖναι τὸν Θεὸν, καὶ ἐλθεῖν μετὰ τῶν ἀνθρώπων"
"Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι τρία ἔτη ἐποίησεν, ἔχων λίθον εἰς τὸ στόμα αὐτοῦ, ἕως οὗ κατώρθωσε τὸ σιωπᾷν"
"Ἠρωτήθη ὁ ἀββᾶς Ἀγάθων, τί μεῖζον, ὁ σω ματικὸς κόπος, ἢ ἡ φυλακὴ τῶν ἔνδον. Εἶπε δὲ ὁ γέ ρων· Ἔοικε δένδρῳ ὁ ἄνθρωπος ὁ τοίνυν σωματι κὸς κόπος φύλλα ἐστίν· ἡ δὲ τῶν ἔνδον φυλακὴ ὁ καρπός ἐστιν. Ἐπειδὴ δὲ κατὰ τὸ γεγραμμένον, Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτε ται, καὶ εἰς πῦρ βάλλεται, φανερόν ἐστιν ὅτι διὰ τὸν καρπόν ἐστιν ἡμῶν ἡ σπουδὴ πᾶσα, τουτέστι τὴν τοῦ νοὸς φυλακήν. Χρεία δέ ἐστι καὶ τῆς ἐκ τῶν φύλ λων σκέπης καὶ εὐκοσμίας, ἅτινά ἐστιν ὁ σωματικὸς κόπος"
"250. Εἶπεν γέρων· Ὥσπερ ἡ τάξις τῶν μοναχῶν προτιμoτέρα τῶν κοσμικῶν ἐστιν, οὕτως καὶ ὁ ξένος μοναχὸς ὀφείλει εἶναι ἔσοπτρον τοῖς ἐντοπίοις μοναχοῖς κατὰ πάντα τρόπον."
"Εἰ μὴ τὸ ὅλον κατέστρεψα, οὐκ ἂν ἠδυνήθην ἐμαυτὸν οἰκοδομῆσαι."
"Ὁ ἀββᾶς Βισαρίων ἀποθνήσκων ἔλεγεν, ὅτι ὀφείλει εἶναι ὁ μοναχὸς, ὡς τὰ χερουβὶμ καὶ τὰ σε ραφὶμ, ὅλος ὀφθαλμός."
"Ἐὰν μὴ εἴπῃ ἐν τῇ καρδίᾳ αὐτοῦ ἄνθρωπος, ὅτι Ἐγὼ μόνος καὶ ὁ Θεὸς ἐσμὲν ἐν τῷ κόσμῳ, οὐχ ἕξει ἀνάπαυσιν."
"326. Εἶπεν γέρων· Μὴ ἔχε [f. 233v] γνῶσιν μετὰ ἡγουμένου μηδὲ πύκναζε πρὸς αὐτόν. Ἐκ τούτου γὰρ καὶ παῤῥησίαν ἕξεις καὶ τοῦ ἡγεῖσθαι λοιπὸν ἐπιθυμήσεις."
"Πρέπει τῷ μοναχῷ τὰ τρία ταῦτα· ἡ ξενιτεία, ἡ πτωχεία, καὶ ἡ σιωπὴ ἐν ὑπομονῇ."
"Ἀδελφός τις ἁμαρτήσας ἐχωρίζετο ὑπὸ τοῦ πρεσβυτέρου ἐκ τῆς ἐκκλησίας. Ὁ δὲ ἀββᾶς Βισαρίων ἀναστὰς συνεξῆλθεν αὐτῷ͵ λέγων͵ ὅτι Κἀγὼ ἁμαρ τωλός εἰμι"
"Ἔλεγεν ὁ ἀββᾶς Δουλᾶς ὁ μαθητὴς τοῦ ἀββᾶ Βισαρίωνος, ὅτι Ὁδευόντων ἡμῶν ποτε εἰς ὄχθαν τῆς θαλάσσης, ἐδίψησα, καὶ εἶπον τῷ ἀββᾷ Βισαρίωνι· Ἀββᾶ, διψῶ πάνυ. Καὶ ποιήσας εὐχὴν ὁ γέρων, λέ γει μοι· Πίε ἐκ τῆς θαλάσσης. Καὶ ἐγλυκάνθη τὸ ὕδωρ, καὶ ἔπιον. Ἐγὼ δὲ ἤντλησα εἰς τὸ ἀγγεῖον, μήποτε παρ΄ ἐκεῖ διψήσω. Καὶ ἰδὼν ὁ γέρων, 140 λέγει μοι· Διατί ἤντλησας; Λέγω αὐτῷ· Συγχώρησόν μοι, μή ποτε παρ΄ ἐκεῖ διψήσω. Καὶ εἶπεν ὁ γέρων· Ὁ Θεὸς ὧδε, καὶ πάντη Θεός"
"392. Εἶπεν γέρων· Ὅτι ἐκέκτητό τις τῶν ἀδελφῶν εὐαγγέλιον μόνον, καὶ τοῦτο πωλήσας ἔδωκεν [f. 246v] εἰς τροφὴν τοῖς πένησιν, ἄξιον μνήμης ἐπιφθεγξάμενος ῥῆμα· αὐτὸν γάρ φησι, τὸν λόγον πεπώληκα τὸν λέγοντα· Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς."
"Ἠρώτησάν τινες τὸν ἀββᾶν Μακάριον, λέγον τες· Πῶς ὀφείλομεν προσεύχεσθαι; Λέγει αὐτοῖς ὁ γέρων· Οὐκ ἔστι χρεία βαττολογεῖν, ἀλλ΄ ἐκτείνειν τὰς χεῖρας, καὶ λέγειν· Κύριε, ὡς θέλεις καὶ ὡς οἶδας, ἐλέησον. Ἐὰν δὲ ἐπίκειται πόλεμος· Κύριε, βοήθει. Καὶ αὐτὸς οἶδε τὰ συμφέροντα, καὶ ποιεῖ μεθ΄ ἡμῶν ἔλεος"
"Εἶπεν ὁ ἀββᾶς Παμβώ· Εἰ ἔχεις καρδίαν δύ νασαι σωθῆναι"
"439. Ἀδελφὸς εὗρεν ξύλον ἐν τῇ ὁδῷ ἀποπεπτωκὸς ἀπὸ τῆς καμήλου καὶ ἤνεγκεν αὐτὸ εἰς τὸ κελλίον. Εἶπεν δὲ αὐτῷ ὁ ἀββᾶς αὐτοῦ· Πόθεν ἤνεγκας αὐτό; Ὁ δὲ εἶπεν· Ἐκ τῆς ὁδοῦ. Λέγει αὐτῷ ὁ γέρων· Εἰ μὲν ἦν ἐλαυνόμενον ὑπὸ ἀνέμου, φέρε αὐτὸ ἔσω, εἰ δὲ μή, ὕπαγε θὲς αὐτὸ εἰς τὸν τόπον αὐτοῦ."
"442. Ἄρχων τις ἔχαιρεν τῇ θέᾳ τῶν κυνηγίων καὶ ἡ ἐπιθυμία αὐτοῦ ἄλλο τι οὐκ ἦν, εἰ μὴ βρωθῆναι τοὺς κυνηγούς. Συνέβη δὲ αὐτὸν ναυαγῆσαι [f. 257v] καὶ ἐβόησε πρὸς τὸν Θεὸν λέγων· Κύριε, βοήθησόν μοι ἐν τῇ ἀνάγκῃ ταύτῃ. Καὶ φαίνεται αὐτῷ ὁ Κύριος καθόλου τοῦ σώματος βεβρωμένος καὶ λέγει αὐτῷ· Οὕτως μὲ θέλεις ὁρᾶν καὶ πῶς σοὶ βοηθήσω;"
"Ὁ αὐτὸς ἀββᾶς Θεόφιλος ὁ ἀρχιεπίσκοπος παρέβαλέ ποτε εἰς τὴν Σκῆτιν. Συναχθέντες δὲ οἱ ἀδελφοὶ εἶπον τῷ ἀββᾷ Παμβώ· Εἰπὲ ἕνα λόγον τῷ Πάπᾳ, ὅπως ὠφεληθῇ. Λέγει αὐτοῖς ὁ γέρων· Εἰ οὐκ ὠφελεῖται ἐν τῇ σιωπῇ μου, οὐδὲ ἐν τῷ λόγῳ μου ὠφεληθῆναι ἔχει."
"Παρέβαλεν ὁ ἀββᾶς Λὼτ τῷ ἀββᾷ Ἰωσὴφ, καὶ λέγει αὐτῷ· Ἀββᾶ κατὰ δύναμίν μου ποιῶ τὴν μι κράν μου σύναξιν, καὶ τὴν μικρὰν νηστείαν μου, καὶ τὴν εὐχὴν, καὶ τὴν μελέτην, καὶ τὴν ἡσυχίαν, καὶ τὸ κατὰ δύναμίν μου καθαρεύω τοῖς λογισμοῖς. Τί οὖν ἔχω ποιῆσαι λοιπόν; Ἀναστὰς οὖν ὁ γέρων, ἥπλωσε τὰς χεῖρας εἰς τὸν οὐρανόν· καὶ γεγόνασιν οἱ δάκτυ λοι αὐτοῦ, ὡς δέκα λαμπάδες πυρός· καὶ λέγει αὐ τῷ· Εἰ θέλεις, γενοῦ ὅλος ὡς πῦρ"
"Εἶπεν ὁ ἀββᾶς Ἰωσὴφ τῷ ἀββᾷ Λώτ· Οὐ δύνα σαι γενέσθαι μοναχὸς, ἐὰν μὴ γένῃ ὡς πῦρ φλογιζό μενος ὅλος"
"496. Ποτὲ κακούργων ἐπιστάντων τινὶ γέροντι ἔθηκεν αὐτοῖς νιπτῆρα καὶ ἠξίου τοὺς πόδας αὐτῶν νίπτειν, κἀκεῖνοι αἰδεσθέντες ἤρξαντο μετανοεῖν."
"Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μωϋσέα, ποίῳ τρόπῳ νεκροῖ ἑαυτὸν ἄν θρωπος ἀπὸ τοῦ πλησίον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων ὅτι, Ἐὰν μὴ θήσει ἄνθρωπος ἐν τῇ καρδίᾳ αὐτοῦ, ἑαυτὸν ἤδη τριήμερον ἐν μνημείῳ, οὐ φθάνει εἰς τὸν λόγον τοῦτον"
"Παρέβαλόν τινες τῶν γερόντων πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ εἶπον αὐτῷ· Θέλεις, ἐὰν ἴδωμεν τοὺς ἀδελφοὺς νυστάζοντας εἰς τὴν σύναξιν, νύξωμεν αὐ τοὺς, ἵνα γρηγορῶσιν εἰς τὴν ἀγρυπνίαν; Ὁ δὲ λέ γει αὐτοῖς· Ἐγὼ τέως ἐὰν ἴδω τὸν ἀδελφὸν νυστά ζοντα, τιθῶ τὴν κεφαλὴν αὐτοῦ ἐπὶ τὰ γόνατά μου, καὶ ἀναπαύω αὐτόν"
"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μωϋσέα, λέγων· Ὁρῶ ἐνώπιόν μου πρᾶγμα, καὶ οὐ δύναμαι αὐτὸ κα τασχεῖν. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν μὴ γίνῃ νεκρὸς ὡς οἱ ταφέντες, οὐ δύνασαι αὐτὸ κατασχεῖν"
"554. Γέρων τις κατέλαβεν ἐν Σκήτει λῃστὰς συλοῦντας τὴν κέλλαν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ταχύνατε [f. 294r] πρὸ τοῦ ἔλθωσιν οἱ ἀδελφοὶ καὶ κωλύσωσί με πληρῶσαι τὴν ἐντολὴν τοῦ Χριστοῦ τοῦ εἰπόντος· ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει."
"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ματόην, λέγων· Τί ποιήσω; ὅτι ἡ γλῶσσά μου θλίβει με· καὶ ὅταν ἔρχωμαι ἐν μέσῳ τῶν ἀνθρώπων, οὐ δύναμαι κατα σχεῖν αὐτήν· ἀλλὰ κατακρίνω αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ ἐλέγχω αὐτούς. Τί οὖν ποιήσω; Καὶ ἀπο κριθεὶς ὁ γέρων εἶπεν· Εἰ οὐ δύνασαι κατέχειν ἑαυ τὸν, φύγε καταμόνας. Ἀσθένεια γάρ ἐστιν. Ὁ δὲ καθ ήμενος μετὰ ἀδελφῶν, οὐκ ὀφείλει εἶναι τετραγω νιαῖος, ἀλλὰ στρογγύλος, ἵνα πρὸς πάντας κυλίηται. Καὶ εἶπεν ὁ γέρων Οὐ κατὰ ἀρετὴν κάθημαι κατα μόνας, ἀλλὰ κατὰ ἀσθένειαν· δυνατοὶ γάρ εἰσιν, οἱ ἐρχόμενοι εἰς τὸ μέσον τῶν ἀνθρώπων."
"Εἶπε πάλιν περὶ τοῦ ἀββᾶ Πίωρ, ὅτι ἑκάστης ἡμέρας ἐτίθει ἀρχήν"
"Ἠρωτήθη ὁ ἀββᾶς Μιὼς ὑπὸ στρατευομένου, εἰ ἄρα δέχεται μετάνοιαν ὁ Θεός. Ὁ δὲ μετὰ τὸ κατ ηχῆσαι αὐτὸν ἐν πολλοῖς λόγοις, λέγει πρὸς αὐτόν· 304 Εἰπέ μοι, ἀγαπητέ· ἐὰν σχισθῇ σου τὸ χλανίδιον, βάλλεις τοῦτο ἔξω; Λέγει· Οὔ· ἀλλὰ ῥάπτω αὐτὸ, καὶ χρῶμαι αὐτῷ. Λέγει πρὸς αὐτὸν ὁ γέρων· Εἰ οὖν σὺ τοῦ ἱματίου φείδῃ, ὁ Θεὸς τοῦ ἰδίου πλάσματος οὐ φείσεται"
"592.6. Ἐὰν ἀκούσῃς περί τινος μισοῦντος σε [f. 303r] καὶ λοιδοροῦντος, πέμψον ἢ δὸς αὐτῷ μικρὰν εὐλογίαν κατὰ τὴν δύναμίν σου, ἵνα ἔχεις παρρησίαν εἰπεῖν ἐν τῇ ὥρᾳ τῆς κρίσεως· Ἄφες ἡμῖν, δέσποτα, τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν."
"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην τὸν Θη βαῖον, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει· Τί σοι ἔχω εἰπεῖν; ὅτι εἰς τὴν Καινὴν Γραφὴν ἀναγινώσκω, καὶ εἰς τὴν Παλαιὰν ἀνακάμπτω"
"Στέφανός ἐστι μοναχοῦ ἡ ταπεινοφροσύνη."
"624. Ἠρωτήθη γέρων· Πῶς δύναται ἄνθρωπος οἰκῆσαι κατὰ μόνας; Καὶ ἀποκριθεὶς εἶπεν· Ὁ ἀθλητὴς ἐὰν μὴ πυκτεύσῃ μετὰ πολλῶν, οὐ δύναται μαθεῖν τὴν τέχνην τῆς νίκης, ἵνα οὗτως δυνηθῇ μετὰ τοῦ ἀντιδίκου μονομαχῆσαι. Οὕτως καὶ ὁ μοναχός, ἐὰν μὴ παιδευθῇ μετὰ ἀδελφῶν και μάθῃ τὴν τῶν λογισμῶν τέχνην, οὐ δύναται οἰκῆσαι κατὰ μόνας, οὐδὲ ἀντιστῆναι τοῖς λογισμοῖς."
"625. Εἶπεν γέρων· Δὸς πρόθεσιν καὶ λαμβάνεις δύναμιν."
"Εἶπεν ὁ ἀββᾶς Σισόης· Ζήτει τὸν Θεὸν, καὶ μὴ ζήτει ποῦ κατοικεῖ"
"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σαραπίωνα, λέ γων· Εἰπέ μοι λόγον. Λέγει αὐτῷ ὁ γέρων· Τί σοι ἔχω εἰπεῖν; ὅτι ἔλαβες τὰ τῶν χηρῶν καὶ ὀρφανῶν, καὶ ἔθηκας εἰς τὴν θυρίδα ταύτην· εἶδε γὰρ αὐτὴν μεστὴν βιβλίων"
"Εἶπεν ὁ ἀββᾶς Σισόης ὁ Θηβαῖος τῷ μαθητῇ αὐτοῦ· Εἰπέ μοι τί βλέπεις εἰς ἐμὲ, κἀγώ σοι λέγω τί βλέπω εἰς σέ. Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Σὺ καλὸς τῷ νῷ, καὶ σκληρὸς μικρόν. Λέγει αὐτῷ ὁ γέ ρων· Σὺ καλὸς εἶ, ἀλλὰ χαῦνος τῷ νῷ"
"665. Ἔλεγε γέρων ὅτι οἱ πατέρες τῇ ἀποτομίᾳ εἰσῆλθον ἔσω· ἡμεῖς δέ, ἐὰν δυνηθῶμεν, τῇ χρηστότητι εἰσέλθομεν."
"A brother visited Abba Moses at Scete, asking him for a saying. The elder said to him, "Go and stay in a cell; your cell will teach you everything.""
"A brother asked Abba Macarius, "How might I be saved?" The elder replied, "Be as though dead and pay no attention (like the dead) to the scorn or the admiration of people, and you will be saved.""
"When Abba Arsenius was still in the palace, he prayed to God, saying, "Lord, show me the way to be saved," and there came to him a voice saying, "Arsenius, flee from people and you shall be saved.""
"45. Γέρων τις ἀπῄει πωλῆσαι τὰ μαλάκια αὐτοῦ. Τούτῳ δαίμων ἀπαντήσας, ἄφαντα αὐτὰ πεποίηκεν. Ὁ δὲ γέρων ἐτράπη εἰς εὐχὴν καὶ ἔλεγεν· Εὐχαριστῶ σοι, ὁ Θεός, ὅτι ἀπήλλαξάς με πειρασμοῦ. Ὁ δὲ δαίμων μὴ [f. 171v] ὑπομείνας τὴν φιλοσοφίαν τοῦ γέροντος ἔκραξε λέγων· Ἰδοὺ τὰ μαλάκιά σου, κακόγηρε. Ὁ δὲ γέρων λαβὼν ἐπώλησεν αὐτά."
Heute, am 12. Tag schlagen wir unser Lager in einem sehr merkwürdig geformten Höhleneingang auf. Wir sind von den Strapazen der letzten Tage sehr erschöpft, das Abenteuer an dem großen Wasserfall steckt uns noch allen in den Knochen. Wir bereiten uns daher nur ein kurzes Abendmahl und ziehen uns in unsere Kalebassen-Zelte zurück. Dr. Zwitlako kann es allerdings nicht lassen, noch einige Vermessungen vorzunehmen. 2. Aug.
- Das Tagebuch
Es gab sie, mein Lieber, es gab sie! Dieses Tagebuch beweist es. Es berichtet von rätselhaften Entdeckungen, die unsere Ahnen vor langer, langer Zeit während einer Expedition gemacht haben. Leider fehlt der größte Teil des Buches, uns sind nur 5 Seiten geblieben.
Also gibt es sie doch, die sagenumwobenen Riesen?
Weil ich so nen Rosenkohl nicht dulde!
- Zwei außer Rand und Band
Und ich bin sauer!