First Quote Added
April 10, 2026
Latest Quote Added
"Δεινή τις ὀργὴ καὶ δυσίατος πέλει, ὅταν φίλοι φίλοισι συμβάλωσ᾽ ἔριν."
"Χρῆν τἄρ᾽ ἄλλοθέν ποθεν βροτοὺς παῖδας τεκνοῦσθαι, θῆλυ δ᾽ οὐκ εἶναι γένος: χοὔτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν."
"Ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει."
"Κακοῦ γὰρ ἀνδρὸς δῶρ᾽ ὄνησιν οὐκ ἔχει."
"Ἔρωτες ὑπὲρ μὲν ἄγαν ἐλθόντες οὐκ εὐδοξίαν οὐδ᾽ ἀρετὰν παρέδωκαν ἀνδράσιν."
"Στέργοι δέ με σωφροσύνα, δώρημα κάλλιστον θεῶν."
"Ὦ πατρίς, ὦ δώματα, μὴ δῆτ᾽ ἄπολις γενοίμαν τὸν ἀμηχανίας ἔχουσα δυσπέρατον αἰῶ, οἰκτρότατόν <γ᾽> ἀχέων."
"Μό- χθων δ᾽ οὐκ ἄλλος ὕπερθεν ἢ γᾶς πατρίας στέρεσθαι."
"Οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν."
"Γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ."
"Πείθειν δῶρα καὶ θεοὺς λόγος."
"Χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς."
"Καὶ μανθάνω μὲν οἷα τολμήσω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς."
"θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ."
"Χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά- σματ᾽, ἕπεται δ᾽ ἅμ᾽ αὐτοφόνταις ξυνῳ- δὰ θεόθεν πίτνοντ᾽ ἐπὶ δόμοις ἄχη."
"Τῶν δ᾽ ἀδοκήτων πόρον ηὗρε θεός."
"Τίς δ᾽ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν."
"Πᾶς δ᾽ ὀδυνηρὸς βίος ἀνθρώπων κοὐκ ἔστι πόνων ἀνάπαυσις."
"Μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη."
"Τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ, τὸ δὲ μαινόμενον κακόν: ἀλλὰ κρατεῖ μὴ γιγνώσκοντ᾽ ἀπολέσθαι."
"Χρῆν γὰρ μετρίας εἰς ἀλλήλους φιλίας θνητοὺς ἀνακίρνασθαι καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς."
"Οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ τοῦ μηδὲν ἄγαν."
"Ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ, ἦ κάρτα δόξει τοῖς κακοῖς γ᾽ εἶναι καλά."
"Μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις, λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας."
"Mόνον δὲ τοῦτό φασ᾽ ἁμιλλᾶσθαι βίῳ, γνώμην δικαίαν κἀγαθήν ὅτῳ παρῇ."
"Τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται."
"Κἀν βροτοῖς αἱ δεύτεραί πως φροντίδες σοφώτεραι."
"Ἐν σοφοῖσι γὰρ τάδ᾽ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά."
"Εἰσὶν δ᾽ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι."
"Ὀνάσθαι, μὴ μαθεῖν, βούλου, τέκνον."
"Τοι κάλ᾽ ἐν πολλοῖσι κάλλιον λέγειν."
"Ἡ γλῶσσ᾽ ὀμώμοχ᾽, ἡ δὲ φρὴν ἀνώμοτος."
"Ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον."
"Πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα."
Heute, am 12. Tag schlagen wir unser Lager in einem sehr merkwürdig geformten Höhleneingang auf. Wir sind von den Strapazen der letzten Tage sehr erschöpft, das Abenteuer an dem großen Wasserfall steckt uns noch allen in den Knochen. Wir bereiten uns daher nur ein kurzes Abendmahl und ziehen uns in unsere Kalebassen-Zelte zurück. Dr. Zwitlako kann es allerdings nicht lassen, noch einige Vermessungen vorzunehmen. 2. Aug.
- Das Tagebuch
Es gab sie, mein Lieber, es gab sie! Dieses Tagebuch beweist es. Es berichtet von rätselhaften Entdeckungen, die unsere Ahnen vor langer, langer Zeit während einer Expedition gemacht haben. Leider fehlt der größte Teil des Buches, uns sind nur 5 Seiten geblieben.
Also gibt es sie doch, die sagenumwobenen Riesen?
Weil ich so nen Rosenkohl nicht dulde!
- Zwei außer Rand und Band
Und ich bin sauer!