"337. Ἦλθόν ποτε ἐν μοναστηρίῳ γέροντός τινος λῃσταί, καὶ εἶπον πρὸς αὐτόν· Πάντα τὰ ἐν τῷ κελλίῳ σου λαβεῖν ἥκαμεν. Ὁ δὲ φησίν· Ὡς ἂν δοκῇ ὑμῖν, τέκνα, λάβετε. Ἔλαβον οὖν ἃ εὗρον ἐν τῷ κελλίῳ καὶ ἀπῆλθον. Ἐπελάθοντο δὲ ἓν μαρσίππιον, ὃ ἦν ἐκεῖ κρεμάμενον. Ὁ οὖν γέρων, λαβὼν αὐτό, κατεδίωξεν ὀπίσω αὐτῶν βοῶν καὶ λέγων· Τέκνα, λάβετε ὃ ἐπελάθεσθε ἐν τῷ κελλίῳ ἡμῶν. Οἱ δέ, θαυμάσαντες ἐπὶ τῇ ἀνεξικακίᾳ τοῦ γέροντος, ἀποκατέστησαν αὐτῷ πάντα ἐν τῷ κελλίῳ, καὶ μετενόησαν εἰπόντες πρὸς ἀλλήλους· Ἀληθῶς ἄνθρωπος Θεοῦ ἐστὶν οὗτος."
January 1, 1970
https://en.wikiquote.org/wiki/Sayings_of_the_Desert_Fathers