"33. Ἦν τις γέρων καλούμενος Ἱέραξ εἰς τὰ μέρη Θηβαΐδος ἐλάσας περὶ τὰ ἐνενήκοντα ἔτη. Καὶ θέλοντες οἱ δαίμονες εἰς ἀκηδίαν αὐτὸν ἐμβαλεῖν τῷ μήκει τοῦ χρόνου ἐπέστησαν αὐτῷ ἐν ἡμέρᾳ λέγοντες· Τί ποιήσεις, γέρον, ὅτι ἄλλα πεντήκοντα1 ἔχεις ζῆσαι; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτοῖς· Ἐλυπήσατέ με πάνυ. Διακοσίων γὰρ ἐτῶν παρασκευὴν ἔθηκα. Οἱ δὲ ἀπήρχοντο ὀλολύζοντες ἀπ᾿ αὐτοῦ."
January 1, 1970
https://en.wikiquote.org/wiki/Sayings_of_the_Desert_Fathers