"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σαραπίωνα, λέ γων· Εἰπέ μοι λόγον. Λέγει αὐτῷ ὁ γέρων· Τί σοι ἔχω εἰπεῖν; ὅτι ἔλαβες τὰ τῶν χηρῶν καὶ ὀρφανῶν, καὶ ἔθηκας εἰς τὴν θυρίδα ταύτην· εἶδε γὰρ αὐτὴν μεστὴν βιβλίων"