"Παρέβαλόν τινες τῶν γερόντων πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ εἶπον αὐτῷ· Θέλεις, ἐὰν ἴδωμεν τοὺς ἀδελφοὺς νυστάζοντας εἰς τὴν σύναξιν, νύξωμεν αὐ τοὺς, ἵνα γρηγορῶσιν εἰς τὴν ἀγρυπνίαν; Ὁ δὲ λέ γει αὐτοῖς· Ἐγὼ τέως ἐὰν ἴδω τὸν ἀδελφὸν νυστά ζοντα, τιθῶ τὴν κεφαλὴν αὐτοῦ ἐπὶ τὰ γόνατά μου, καὶ ἀναπαύω αὐτόν"