"Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ματόην, λέγων· Τί ποιήσω; ὅτι ἡ γλῶσσά μου θλίβει με· καὶ ὅταν ἔρχωμαι ἐν μέσῳ τῶν ἀνθρώπων, οὐ δύναμαι κατα σχεῖν αὐτήν· ἀλλὰ κατακρίνω αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ ἐλέγχω αὐτούς. Τί οὖν ποιήσω; Καὶ ἀπο κριθεὶς ὁ γέρων εἶπεν· Εἰ οὐ δύνασαι κατέχειν ἑαυ τὸν, φύγε καταμόνας. Ἀσθένεια γάρ ἐστιν. Ὁ δὲ καθ ήμενος μετὰ ἀδελφῶν, οὐκ ὀφείλει εἶναι τετραγω νιαῖος, ἀλλὰ στρογγύλος, ἵνα πρὸς πάντας κυλίηται. Καὶ εἶπεν ὁ γέρων Οὐ κατὰ ἀρετὴν κάθημαι κατα μόνας, ἀλλὰ κατὰ ἀσθένειαν· δυνατοὶ γάρ εἰσιν, οἱ ἐρχόμενοι εἰς τὸ μέσον τῶν ἀνθρώπων."