"Ὁ αὐτὸς ἀββᾶς Θεόφιλος ὁ ἀρχιεπίσκοπος παρέβαλέ ποτε εἰς τὴν Σκῆτιν. Συναχθέντες δὲ οἱ ἀδελφοὶ εἶπον τῷ ἀββᾷ Παμβώ· Εἰπὲ ἕνα λόγον τῷ Πάπᾳ, ὅπως ὠφεληθῇ. Λέγει αὐτοῖς ὁ γέρων· Εἰ οὐκ ὠφελεῖται ἐν τῇ σιωπῇ μου, οὐδὲ ἐν τῷ λόγῳ μου ὠφεληθῆναι ἔχει."