"Ἔλεγεν ὁ ἀββᾶς Δουλᾶς ὁ μαθητὴς τοῦ ἀββᾶ Βισαρίωνος, ὅτι Ὁδευόντων ἡμῶν ποτε εἰς ὄχθαν τῆς θαλάσσης, ἐδίψησα, καὶ εἶπον τῷ ἀββᾷ Βισαρίωνι· Ἀββᾶ, διψῶ πάνυ. Καὶ ποιήσας εὐχὴν ὁ γέρων, λέ γει μοι· Πίε ἐκ τῆς θαλάσσης. Καὶ ἐγλυκάνθη τὸ ὕδωρ, καὶ ἔπιον. Ἐγὼ δὲ ἤντλησα εἰς τὸ ἀγγεῖον, μήποτε παρ΄ ἐκεῖ διψήσω. Καὶ ἰδὼν ὁ γέρων, 140 λέγει μοι· Διατί ἤντλησας; Λέγω αὐτῷ· Συγχώρησόν μοι, μή ποτε παρ΄ ἐκεῖ διψήσω. Καὶ εἶπεν ὁ γέρων· Ὁ Θεὸς ὧδε, καὶ πάντη Θεός"