"Ἠρωτήθη ὁ ἀββᾶς Ἀγάθων, τί μεῖζον, ὁ σω ματικὸς κόπος, ἢ ἡ φυλακὴ τῶν ἔνδον. Εἶπε δὲ ὁ γέ ρων· Ἔοικε δένδρῳ ὁ ἄνθρωπος ὁ τοίνυν σωματι κὸς κόπος φύλλα ἐστίν· ἡ δὲ τῶν ἔνδον φυλακὴ ὁ καρπός ἐστιν. Ἐπειδὴ δὲ κατὰ τὸ γεγραμμένον, Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτε ται, καὶ εἰς πῦρ βάλλεται, φανερόν ἐστιν ὅτι διὰ τὸν καρπόν ἐστιν ἡμῶν ἡ σπουδὴ πᾶσα, τουτέστι τὴν τοῦ νοὸς φυλακήν. Χρεία δέ ἐστι καὶ τῆς ἐκ τῶν φύλ λων σκέπης καὶ εὐκοσμίας, ἅτινά ἐστιν ὁ σωματικὸς κόπος"
January 1, 1970
https://en.wikiquote.org/wiki/Sayings_of_the_Desert_Fathers