"τὸν μὲν οὖν τῶν Πυθαγορείων ἱερώτατον θίασον λόγος ἔχει μετὰ πολλῶν καὶ ἄλλων καλῶν καὶ τοῦτ᾿ ἀναδιδάσκειν, “ταῖς λεωφόροις μὴ βαδίζειν ὁδοῖς,” οὐχ ἵνα κρημνοβατῶμεν—οὐ γὰρ ποσὶ κάματον παρήγγελλεν—, ἀλλ᾿ αἰνιττόμενος διὰ συμβόλου τὸ μήτε λόγοις μήτ᾿ ἔργοις δημώδεσι καὶ πεπατημένοις χρῆσθαι."
January 1, 1970
https://en.wikiquote.org/wiki/Philo