"Φησίν τις εἶναι δῆτ᾽ ἐν οὐρανῷ θεούς; οὐκ εἰσίν, οὐκ εἴσ᾽, εἴ τις ἀνθρώπων θέλει μὴ τῷ παλαιῷ μῶρος ὢν χρῆσθαι λόγῳ. σκέψασθε δ᾽ αὐτοί, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις γνώμην ἔχοντες. φήμ᾽ ἐγὼ τυραννίδα κτείνειν τε πλείστους κτημάτων τ᾿ ἀποστερεῖν ὅρκους τε παραβαίνοντας ἐκπορθεῖν πόλεις· καὶ ταῦτα δρῶντες μᾶλλόν εἰσ᾽ εὐδαίμονες. τῶν εὐσεβούντων ἡσυχῇ καθ᾽ ἡμέραν. πόλεις τε μικρὰς οἶδα τιμώσας θεούς, αἳ μειζόνων κλύουσι δυσσεβεστέρων λόγχης ἀριθμῷ πλείονος κρατούμεναι. οἶμαι δ᾽ ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς εὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον, μαθεῖν ἂν ὡς οὐκ εἰσίν. αἱ δ᾽ εὐπραξίαι τὰ θεῖα πυργοῦσ᾽ αἱ κακαί τε συμφοραί."
January 1, 1970
https://en.wikiquote.org/wiki/Euripides