"Σοφὸς δὲ στρατηγὸς ὁ πρὸ τῶν πολέμων ἀκριβῶς τὰ τοῦ ἐχθροῦ πολυπραγμονῶν καὶ πρὸς μὲν τὰ πλεονεκτήματα αὐτοῦ φυλαττόμενος, πρὸς δὲ τὰ ὑστερήματα ἐπιβαλλόμενος. Οἷον, ὑπὲρ αὐτὸν τὴν ἵππον ἔχει ὁ ἐχθρός, δέον αὐτὸν τὰς βοσκὰς ἀφανίζειν. Εἰς πλῆθος ἀνδρῶν πλεονεκτεῖ· τὰς τούτων δαπάνας περιστέλλειν. Ἀπὸ διαφόρων ἐθνῶν συνέστηκεν, δώροις καὶ χαρίσμασι καὶ ἐπαγγελίαις ὑποφθείρειν τοὺς σὺν αὐτῷ· ἐναντίως πρὸς ἀλλήλους τὰς γνώμας ἔχουσι, τοὺς πρώτους αὐτῶν μεταχειρίζεσθαι. Κοντάτον ἐστὶ τὸ ἔθνος, || εἰς δυσχωρίας αὐτὸ προσκαλεῖσθαι· τοξόται εἰσίν, εἰς κάμπους τάσσεσθαι σπουδάζειν καὶ τὴν ἐκ χειρὸς σύνεγγυς μάχην ποιεῖσθαι. Σκυθικὸν ἢ Οὑννικόν ἐστι, περὶ τὸν Φεβρουάριον μῆνα ἢ Μάρτιον ἐπιτίθεσθαι, ὅταν οἱ ἵπποι ἐκ τῆς τοῦ χειμῶνος κακοπαθείας ταλαιπωροῦσι καὶ ὡς πρὸς τοξότας τὰς συμβολὰς ποιεῖσθαι. Ἀφυλάκτως ὁδοιποροῦσιν ἢ ἀπληκεύουσιν, ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ τούτοις ἀδοκήτως ἐφεδρεύειν. Θρασέως καὶ ἀτάκτως τὰς μάχας ποιοῦνται καὶ τοῦ κακοπαθεῖν ἄπειροι, σχηματίζεσθαι μὲν ὡς πρὸς συμβολήν, ἀναβάλλεσθαι δὲ καὶ διασύρειν μέχρις οὗ τὸ ζέον τοῦ θυμοῦ ἐνδῶσιν, καὶ ὅταν ἀποκνήσωσιν, τότε τὰς συμβολὰς κατ᾿ αὐτῶν ποιεῖσθαι. Ἐν πλήθει πεζῶν προτερεύει, εἰς ὁμαλοὺς τόπους τούτους προτρέπειν καὶ μὴ σύνεγγυς, ἀλλὰ μήκοθεν ἐξ ἀκοντίων τὰς μάχας ποιεῖσθαι."
January 1, 1970