"Ἐν γὰρ ταῖς ἡμέραις, φησί, Κωνσταντίου τοῦ βασιλέως, ἐν τῇ Θρᾴκῃ Οὐαλερίου ἄρχοντος, μήνυσις γέγονεν ὡς θησαυρὸς εὑρεθείη. Οὐαλέριος δὲ παρὰ τὸν τόπον παραγενόμενος μανθάνει παρὰ τῶν ἐπιχωρίων ἱερὸν εἶναι τὸν τόπον, καὶ ἐξ ἀρχαίας τελετῆς ἀνδριάντας ἐν αὐτῷ ἀφιερῶσθαι. Εἶτα ἀναφέρει ταῦτα τῷ βασιλεῖ, καὶ δέχεται γράμμα ἐπιτρέπον αὐτῷ ἀναλαβεῖν τὰ μηνυθέντα. Ἀνορυχθέντος τοίνυν τοῦ τόπου εὑρίσκονται τρεῖς ἀνδριάντες δι’ ὅλου ἐξ ἀργύρου πεποιημένοι, ἐν σχήματι βαρβαρικῷ κατακείμενοι καὶ ἐξηγκωνισμένοι κατ’ ἀμφοῖν ταῖν χεροῖν, ἐνδεδυμένοι δὲ βάρβαρον πεποικιλμένην ἐσθῆτα, καὶ κομῶντες τὰς κεφαλάς, νεύοντες ἐπὶ τὸ ἀρκτῷον μέρος, τουτέστι κατὰ τοῦ βαρβαρικοῦ χώρου. Ὧν ἀνδριάντων ἀναληφθέντων πάραυτα καὶ μετ’ ὀλίγας ἡμέρας πρῶτον μὲν τὸ Γότθων ἔθνος πᾶσαν ἐπιτρέχει τὴν Θρᾴκην, ἔμελλε δὲ μικρὸν ὕστερον καὶ τὸ τῶν Οὔννων καὶ τὸ τῶν Σαρματῶν καταδραμεῖσθαι τό τε Ἰλλυρικὸν καὶ αὐτὴν τὴν Θρᾴκην· ἐν μέσῳ γὰρ αὐτῆς τε Θρᾴκης καὶ τοῦ Ἰλλυρικοῦ κατέκειτο τὰ τῆς τελετῆς, καὶ ἐῴκει τῶν τριῶν ἀνδριάντων ὁ ἀριθμὸς κατὰ παντὸς τετελέσθαι βαρβάρου."
January 1, 1970
https://en.wikiquote.org/wiki/Olympiodorus_of_Thebes