"Νυκτερινή, δίκερως, φιλοπάννυχε, φαῖνε, Σελήνη, φαῖνε, δι᾽ εὐτρήτων βαλλομένη θυρίδων αὔγαζε χρυσέην Καλλίστιον ἐς τὰ φιλεύντων ἔργα κατοπτεύειν οὐ φθόνος ἀθανάτῃ. ὀλβίζεις καὶ τήνδε καὶ ἡμέας, οἶδα, Σελήνη: καὶ γὰρ σὴν ψυχὴν ἔφλεγεν Ἐνδυμίων."
January 1, 1970
https://en.wikiquote.org/wiki/Philodemus_of_Gadara