"Σοφὸς δὲ στρατηγὸς ὁ πρὸ τῶν πολέμων ἀκριβῶς τὰ τοῦ ἐχθροῦ πολυπραγμονῶν καὶ πρὸς μὲν τὰ πλεονεκτήματα αὐτοῦ φυλαττόμενος, πρὸς δὲ τὰ ὑστερήματα ἐπιβαλλόμενος. Οἷον, ὑπὲρ αὐτὸν τὴν ἵππον ἔχει ὁ ἐχθρός, δέον αὐτὸν τὰς βοσκὰς ἀφανίζειν. Εἰς πλῆθος ἀνδρῶν πλεονεκτεῖ· τὰς τούτων δαπάνας περιστέλλειν. Ἀπὸ διαφόρων ἐθνῶν συνέστηκεν, δώροις καὶ χαρίσμασι καὶ ἐπαγγελίαις ὑποφθείρειν τοὺς σὺν αὐτῷ· ἐναντίως πρὸς ἀλλήλους τὰς γνώμας ἔχουσι, τοὺς πρώτους αὐτῶν μεταχειρίζεσθαι. Κοντάτον ἐστὶ τὸ ἔθνος, || εἰς δυσχωρίας αὐτὸ προσκαλεῖσθαι· τοξόται εἰσίν, εἰς κάμπους τάσσεσθαι σπουδάζειν καὶ τὴν ἐκ χειρὸς σύνεγγυς μάχην ποιεῖσθαι. Σκυθικὸν ἢ Οὑννικόν ἐστι, περὶ τὸν Φεβρουάριον μῆνα ἢ Μάρτιον ἐπιτίθεσθαι, ὅταν οἱ ἵπποι ἐκ τῆς τοῦ χειμῶνος κακοπαθείας ταλαιπωροῦσι καὶ ὡς πρὸς τοξότας τὰς συμβολὰς ποιεῖσθαι. Ἀφυλάκτως ὁδοιποροῦσιν ἢ ἀπληκεύουσιν, ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ τούτοις ἀδοκήτως ἐφεδρεύειν. Θρασέως καὶ ἀτάκτως τὰς μάχας ποιοῦνται καὶ τοῦ κακοπαθεῖν ἄπειροι, σχηματίζεσθαι μὲν ὡς πρὸς συμβολήν, ἀναβάλλεσθαι δὲ καὶ διασύρειν μέχρις οὗ τὸ ζέον τοῦ θυμοῦ ἐνδῶσιν, καὶ ὅταν ἀποκνήσωσιν, τότε τὰς συμβολὰς κατ᾿ αὐτῶν ποιεῖσθαι. Ἐν πλήθει πεζῶν προτερεύει, εἰς ὁμαλοὺς τόπους τούτους προτρέπειν καὶ μὴ σύνεγγυς, ἀλλὰ μήκοθεν ἐξ ἀκοντίων τὰς μάχας ποιεῖσθαι."
Quote Details
Added by wikiquote-import-bot
Unverified quote
0 likes
Original Language: English
Available Languages (1)
Sources
Bk. 7, Pr.
https://en.wikiquote.org/wiki/Maurice_(emperor)
Revision History
No revisions have been submitted for this quote.
Categories
Maurice (emperor)
Maurice (Latin: Mauricius; Ancient Greek: Μαυρίκιος, Maurikios; 539 – 27 November 602) was Eastern Roman emperor from 582 to 602 and the last member of the Justinian dynasty. A successful general, Maurice was chosen as heir and son-in-law by his predecessor Tiberius II.
17 quotes on TrueQuotesView all quotes by Maurice (emperor) →
Related Quotes
"Κυνηγίῳ δὲ ἔοικε τὰ τῶν πολέμων. Ὥσπερ γὰρ ἐκεῖ διά τε κατασκόπων καὶ δικτύων καὶ ἐγκρυμμάτων καὶ παρασκόπων καὶ κατα…"
"Ἐν ταῖς ἀναγκαίων πραγμάτων ἐγχειρήσεσιν οὐ δεῖ χωρίζειν ἑαυτὸν τὸν στρατηγὸν ἐκ τῶν πόνων ὡς ὑπερέχοντα, ἀλλὰ καὶ ἄρ…"
"Ἐν μὲν τῇ διαίτῃ κοινὸν καὶ ἁπλοῦν τοῖς στρατιώταις τὸν στρατηγὸν εἶναι χρεὼν καὶ πατρικὴν στοργὴν ἔχειν πρὸς αὐτούς,…"
"Πρὸ τῶν κινδύνων ὁ στρατηγός θεραπευέτω τὸ θεῖον· θαρρῶν γὰρ ἐν τοῖς κινδύνοις ὡς πρὸς φίλον αὐτῷ τὸ θεῖον τὰς ἱκεσία…"
"Ἢ δόλοις ἢ ἐφόδοις ἢ λιμῷ τοὺς πολεμίους βλάπτειν καλόν· οὐχὶ πάντως πρὸς πόλεμον ἐκκαλεῖσθαι δημόσιον, ἔνθα πλέον τῆ…"
"Deception is often helpful in warfare. An enemy soldier who deserts to us, apart from some plot, is of the greatest a…"
"Nature produces but few brave men, whereas care and training make efficient soldiers. Soldiers who are kept working i…"
"After gaining a victory the general who pursues the enemy with a scattered and disorganized army gives away his victo…"
"Δικαίαν δεῖ τὴν ἀρχὴν τοῦ πολέμου γίνεσθαι."
"A prudent commander will not lead an allied force into his own country if it is larger than his own army. Otherwise i…"