"'Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι; ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην. χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο αὐτίκ᾽ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι· νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα νηὶ διαπλώειν, στυγέων δ᾽, ὅτ᾽ ἐπ᾽ ἠπείροιο βαίνωμεν. πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν. αἰεὶ δὲ στονόεσσαν ἐπ᾽ ἤματι νύκτα φυλάσσω, ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε, τὰ ἕκαστα σὺ δ᾽ εὐμαρέως ἀγορεύεις οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ· αὐτὰρ ἔγωγε εἷο μὲν οὐδ᾽ ἠβαιὸν ἀτύζομαι· ἀμφὶ δὲ τοῖο καὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδι᾽ ἑταίρων εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω.'"
Quote Details
Added by wikiquote-import-bot
Unverified quote
0 likes
Original Language: English
Available Languages (1)
Revision History
No revisions have been submitted for this quote.
Categories
Argonautica
158 quotes on TrueQuotesView all quotes by Argonautica →
Related Quotes
"Ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι ἤντεον· ἡ δ᾽ ὄπιθεν πτέρυγος θίγε πηδαλίοιο δῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδε…"
"Ὡς δ᾽ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα, ἄλλοτε μἑν προπάροιθεν ὁρώμενοι,…"
"Αὐτίκα δ᾽ ἄφνω ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τό ῥ᾽ ἀνὰ μέσσην στεῖραν Ἀθηναίη Δωδων…"
"Ἀλλ᾽ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω. εὖτ᾽ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται, ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κ…"
"Cymothoe simul et Triton adnixus acuto detrudunt navis scopulo."
"... Convoca as alvas filhas de Nereu ... Repartem-se e rodeiam nesse instante As naus ligeiras, que iam por diante ..…"
"Αἶψα δὲ κούρη ἔμπαλιν ὄμματ᾽ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν, μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος."
"At last [Absyrtus] breathing out his life caught up in both hands the dark blood as it welled from the wound; and he …"
"Time, combining this with that, brought the animal creation into order."
"Αἱ δ᾽, ὥστ᾽ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο παρθενικαί, δίχα κόλπον ἐπ᾽ ἰξύας εἱλίξασαι σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ …"