33 quotes found
"Ὥσπερ ἐν ταῖς γεωγραφίαις, ὦ Σόσσιε Σενεκίων, οἱ ἱστορικοὶ τὰ διαφεύγοντα τὴν γνῶσιν αὐτῶν τοῖς ἐσχάτοις μέρεσι τῶν πινάκων πιεζοῦντες, αἰτίας παραγράφουσιν ὅτι "Tà δ᾽ ἐπέκεινα θῖνες ἄνυδροι καὶ θηριώδεις" ἢ "πηλὸς ἀϊδνὴς" ἢ "Σκυθικὸν κρύος" ἢ "πέλαγος πεπηγός," οὕτως ἐμοὶ περὶ τὴν τῶν βίων τῶν παραλλήλων γραφήν, τὸν ἐφικτὸν εἰκότι λόγῳ καὶ βάσιμον ἱστορία πραγμάτων ἐχομένῃ χρόνον διελθόντι, περὶ τῶν ἀνωτέρω καλῶς εἶχεν εἰπεῖν· "Τὰ δ᾽ ἐπέκεινα τερατώδη καὶ τραγικὰ ποιηταὶ καὶ μυθογράφοι νέμονται, καὶ οὐκέτ᾽ ἔχει πίστιν οὐδὲ σαφήνειαν.""
"Τοιῷδε φωτί (κατ᾽ Αἰσχύλον) τίς ξυμβήσεται; τίν᾿ ἀντιτάξω τῷδε; τίς φερέγγυος."
"Πολλῶν δὲ τότε τοῖς ἀρίστοις ἄθλων γενομένων Ἡρόδωρος μὲν οὐδενὸς οἴεται τὸν Θησέα μετασχεῖν, ἀλλὰ μόνοις Λαπίθαις τῆς κενταυρομαχίας· ἕτεροι δὲ καὶ μετὰ Ἰάσονος ἐν Κόλχοις γενέσθαι καὶ Μελεάγρῳ συνεξελεῖν τὸν κάπρον· καὶ διὰ τοῦτο παροιμίαν εἶναι τὴν "Οὐκ ἄνευ Θησέως·" αὐτὸν μέντοι μηδενὸς συμμάχου δεηθέντα πολλοὺς καὶ καλοὺς ἄθλους κατεργάσασθαι, καὶ τὸν "Ἄλλος οὗτος Ἡρακλῆς" λόγον ἐπ᾿ ἐκείνου κρατῆσαι."
"Αὕη γὰρ ψυχὴ ἀρίστη καθʼ Ἡράκλειτον, ὥσπερ ἀστραπὴ νέφους διαπταμένη τοῦ σώματος."
"᾿Αβρότονον Θρήϊσσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησιν φημι Θεμιστοκλέα."
"... ἐν ταῖς ἐλευθερίοις καὶ ἀστείαις λεγομέναις διατριβαῖς ὑπὸ τῶν πεπαιδεῦσθαι δοκούντων χλευαζόμενος ἠναγκάζετο φορτικώτερον ἀμύνεσθαι, λέγων, ὅτι λύραν μὲν ἁρμόσασθαι καὶ μεταχειρίσασθαι ψαλτήριον οὐκ ἐπίσταται, πόλιν δὲ μικρὰν καὶ ἄδοξον παραλαβὼν ἔνδοξον καὶ μεγάλην ἀπεργάσασθαι."
"Εὐρυβιάδου δὲ τὴν μὲν ἡγεμονίαν τῶν νεῶν ἔχοντος διὰ τὸ τῆς Σπάρτης ἀξίωμα, μαλακοῦ δὲ περὶ τὸν κίνδυνον ὄντος, αἴρειν δὲ βουλομένου καὶ πλεῖν ἐπὶ τὸν Ἰσθμόν, ὅπου καὶ τὸ πεζὸν ἤθροιστο τῶν Πελοποννησίων, ὁ Θεμιστοκλῆς ἀντέλεγεν· ὅτε καὶ τὰ μνημονευόμενα λεχθῆναί φασι. τοῦ γὰρ Εὐρυβιάδου πρὸς αὐτὸν εἰπόντος· "Ὦ Θεμιστόκλεις, ἐν τοῖς ἀγῶσι τοὺς προεξανισταμένους ῥαπίζουσι," "Ναὶ," εἶπεν ὁ Θεμιστοκλῆς, "ἀλλὰ τοὺς ἀπολειφθέντας οὐ στεφανοῦσιν." ἐπαραμένου δὲ τὴν βακτηρίαν ὡς πατάξοντος, ὁ Θεμιστοκλῆς ἔφη· “Πάταξον μέν, ἄκουσον δέ.""
"Πρὸς δέ τινα τῶν καλῶν γεγονότων, Ἀντιφάτην, ὑπερηφάνως αὐτῷ κεχρημένον πρότερον, ὕστερον δὲ θεραπεύοντα διὰ τὴν δόξαν, "Ὦ μειράκιον," εἶπεν, "ὀψὲ μέν, ἀμφότεροι δ᾿ ἅμα νοῦν ἐσχήκαμεν.""
"Τοῦ δὲ Σεριφίου πρὸς αὐτὸν εἰπόντος, ὡς οὐ δι᾿ αὑτὸν ἔσχηκε δόξαν, ἀλλὰ διὰ τὴν πόλιν, "Ἀληθῆ λέγεις," εἶπεν, "ἀλλ᾿ οὔτ᾿ ἂν ἐγὼ Σερίφιος ὢν ἐγενόμην ἔνδοξος, οὔτε σὺ Ἀθηναῖος.""
"Τὸν δὲ υἱὸν ἐντρυφῶντα τῇ μητρὶ καὶ δι᾿ ἐκείνην αὐτῷ σκώπτων ἔλεγε πλεῖστον τῶν Ἑλλήνων δύνασθαι· τοῖς μὲν γὰρ Ἕλλησιν ἐπιτάττειν Ἀθηναίους, Ἀθηναίοις δ᾿ αὐτόν, αὐτῷ δὲ τὴν ἐκείνου μητέρα, τῇ μητρὶ δ᾿ ἐκεῖνον."
"... εἰς ὄψιν ἐλθόντος αὐτοῦ καὶ πάλιν προσκυνήσαντος, ἀσπασάμενος καὶ προσειπὼν φιλοφρόνως ὁ βασιλεύς, ἤδη μὲν ἔφησεν αὐτῷ διακόσια τάλαντα ὀφείλειν· κομίσαντα γὰρ αὑτὸν ἀπολήψεσθαι δικαίως τὸ ἐπικηρυχθὲν τῷ ἀγαγόντι· πολλῷ δὲ πλείω τούτων ὑπισχνεῖτο καὶ παρεθάρρυνε καὶ λέγειν ἐδίδου περὶ τῶν Ἑλληνικῶν, ἃ βούλοιτο, παρρησιαζόμενον. Ὁ δὲ Θεμιστοκλῆς ἀπεκρίνατο, τὸν λόγον ἐοικέναι τοῦ ἀνθρώπου τοῖς ποικίλοις στρώμασιν· ὡς γὰρ ἐκεῖνα καὶ τοῦτον ἐκτεινόμενον μὲν ἐπιδείκνυσθαι τὰ εἴδη, συστελλόμενον δὲ κρύπτειν καὶ διαφθείρειν· ὅθεν αὐτῷ χρόνου δεῖν."
"Αὐτὸν δὲ τὸν Θεμιστοκλέα φασὶν ἤδη μέγαν ὄντα καὶ θεραπευόμενον ὑπὸ πολλῶν λαμπρᾶς ποτε τραπέζης αὐτῷ παρατεθείσης πρὸς τοὺς παῖδας εἰπεῖν· "Ὦ παῖδες, ἀπωλόμεθα ἄν, εἰ μὴ ἀπωλόμεθα.""
"Ὁ δὲ λογοποιὸς Αἴσωπος, ἐτύγχανε γὰρ εἰς Σάρδεις μετάπεμπτος γεγονὼς ὑπὸ Κροίσου καὶ τιμώμενος, ἠχθέσθη τῷ Σόλωνι μηδεμιᾶς τυχόντι φιλανθρωπίας· καὶ προτρέπων αὐτόν, "Ὦ Σόλων," ἔφη, "τοῖς βασιλεῦσι δεῖ ὡς ἥκιστα ἢ ὡς ἥδιστα ὁμιλεῖν." καὶ ὁ Σόλων, "Μὰ Δί᾿," εἶπεν, "ἀλλ᾿ ὡς ἥκιστα ἢ ὡς ἄριστα.""
"Ἀνάχαρσιν μὲν εἰς Ἀθήνας φασὶν ἐπὶ τὴν Σόλωνος οἰκίαν ἐλθόντα κόπτειν, καὶ λέγειν ὡς ξένος ὢν ἀφῖκται φιλίαν ποιησόμενος καὶ ξενίαν πρὸς αὐτόν. ἀποκριναμένου δὲ τοῦ Σόλωνος ὡς οἴκοι βέλτιόν ἐστι ποιεῖσθαι φιλίας, "Οὐκοῦν," φάναι τὸν Ἀνάχαρσιν, "αὐτὸς ὢν οἴκοι σὺ ποίησαι φιλίαν καὶ ξενίαν πρὸς ἡμᾶς.""
"Ἐγὼ δ᾽ ἐν πολλῷ χρόνῳ."
"Οὐκοῦν εἰς αὔριον' ἔφη, τὰ σπουδαῖα."
"Ἂν ἔτι μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολούμεθα παντελῶς."
"Τὸ ἐπανόρθωμα τῆς ἀλγηδόνος οὐκ ἄξιον."
"Νέκρους οὐ δάκνειν."
"Ὦ μῆτερ, τήμερον ἢ ἀρχιερέα τὸν υἱὸν ἢ φυγάδα ὄψει."
"Ἐβουλόμην παρὰ τούτοις εἶναι μᾶλλον πρῶτος ἢ παρὰ Ῥωμαίοις δεύτερος."
"Ἀνερρίφθω κύβος."
"Καίσαρα φέρεις, καὶ τὴν Καίσαρος τύχην."
"Ἦλθον, εἶδον, ἐνίκησα."
"Βέλτιόν ἐστιν ἅπαξ ἀποθανεῖν ἢ ἀεὶ προσδοκᾶν."
"Α. Αἱ μὲν δὴ Μάρτιαι Εἰδοὶ πάρεισιν. Β. Ναὶ πάρεισιν, ἀλλ ̓ οὐ παρεληλύθασι."
"Ὄψει δέ με περί Φιλίππους."
"Authority and place demonstrate and try the tempers of men, by moving every passion and discovering every frailty."
"W. F. H. King, Classical and Foreign Quotations, 3rd ed. (1904), Caesar, 74, 193, 219, 239, 1821, 1967, 2885; Pelopidas, 1998; Pericles, 2105; Pompey, 1581; Pyrrhus, 2907; Solon, 1985"
"John and William Langhorne, Plutarch's Lives, 6 vols. (1770–1774); digitised for , vol. 1"
"Aubrey Stewart; George Long, Plutarch's Lives, 4 vols. (1892–1894); digitised for , vols. 1, 2, 3, 4"
", Plutarch: Parallel Lives, 11 vols. (LCL, 1914–1923); digitised by Bill Thayer, "Plutarch's Lives", LacusCurtius (2 November 2022) — also the Greek text used throughout this page, except for quotations sourced from King"
"Bartlett's Familiar Quotations, 10th ed. (1919); 13th ed. (1955)"