(Greek: Χαιρήμων, gen.: Χαιρήμονος) was an Athenian dramatist of the first half of the fourth century BC.
9 quotes found
"Τύχη τὰ θνητῶν πράγματ᾽, οὐκ εὐβουλία."
"Καὶ ὑμῖν δέ, ὦ ἑταῖροι, λέγω ὅτι οὐδέν ἐστιν ὀφθαλμῶν οὕτως εὐφραντικὸν ὡς γυναικὸς κάλλος. ὁ γοῦν τοῦ τραγικοῦ Χαιρήμονος Οἰνεὺς περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτό φησιν ἐν τῷ ὁμωνύμῳ δράματι:Ἔκειτο γὰρ ἡ μὲν λευκὸν εἰς σεληνόφως φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος, τῆς δ᾽ αὖ χορεία: λαγόνα τὴν ἀριστερὰν ἔλυσε: γυμνή δ᾽ αἰθέρος θεάμασιν ζῶσαν γραφὴν ἔφαινε: χρῶμα δ᾽ ὄμμασι λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς. ἄλλη δὲ ἐγύμνου καλλίχειρας ὠλένας, ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα: ἡ δ᾽ ῥαγέντων χλανιδίων ὑπὸ πτύχας ἔφαινε μηρόν, κἀξεπεσφραγίζετοὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως. ὑπνωμέναι δ᾽ ἔπιπτον ἑλενίων ἔπι, ἴων τε μελανόφυλλα συγκλῶσαι πτερὰ κρόκον θ᾽, ὃς ἡλιῶδες εἰς ὑφάσματα πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο, ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος λειμῶσι μαλακοὺς ἐξέτεινεν αὐχένας."
"Eὔβουλόν τέκνωσεν Ἀθηναγόρης περὶ πάντων ἥσσονα μὲν μοίρᾳ, κρέσσονα δ᾽ εὐλογίᾳ."
"Κλεύας Οὑτυμοκλεῖος, ὑπὲρ Θυρεᾶν δόρυ τείνας, κάτθανες ἀμφίλογον γᾶν ἀποτεμνόμενος."
"Tοῖς Ἄργει Σπάρτηθεν ἶσαι χέρες, ἶσα δὲ τεύχη συμβάλομεν Θυρέαι δ᾽ ἦσαν ἄεθλα δορός. ἄμφω δ᾽ ἀπροφάσιστα τὸν οἴκαδε νόστον ἀφέντες οἰωνοῖς θανάτου λείπομεν ἀγγελίαν."
"F. C. Babbitt, tr. Pluarch's Moralia, Vol. 2, LCL 222 (1928)"
"C. B. Gurlick, tr. The Deipnosophists, Vol. 6, LCL 327 (1937)"
"W. R. Paton, tr. Greek Anthology, Vol. 2, LCL 68 (1917)"
"A. Nauck, ed. Tragicorum Graecorum Fragmenta (1888)"